Ancient Greek · ~8 min
Chapter 1
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 1.Ψ. Ἐκ τοῦ Ἔζρα. Ὁ Ζοροβάβελ ἐν τῆι δημηγορίαι ταῦτα φησίν. ΚΕ′.
Not analysed yet
Ἄνδρες οὐχὶ ἰσχυραὶ αἱ γυναῖκες μεγάλη ἡ γῆ καὶ. ὑψηλὸς ὁ οὐρανός· καὶ ταχὺς τῷ δρόμῳ ὁ ἥλιος· ὅτι στρέφεται ἐν τῷ κύκλῳ τοῦ οὐρανοῦ, καὶ πάλιν ἀποτρέχει εἰς τὸν ἑαυτοῦ τόπον ἐν ἡμέρᾳ μιᾷ· οὐχὶ μέγας ὃς ταῦτα ποιεῖ· καὶ ἡ ἀλήθεια μεγάλη καὶ ἰσχυρὰ παρὰ πάντα· πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ καὶ ὁ οὐρανὸς αὐτὴν εὐλογεῖ· καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει· καὶ οὐκ ἔστι μετ’ αὐτοῦ οὐδ’ ἓν ἄδικον· ἄδικος ὁ οἶνος· ἄδικος ὁ βασιλεύς· ἄδικοι αἱ γυναῖκες· ἄδικοι οἱ υἱοὶ τῶν ἀνθρώπων· καὶ ἄδικα τὰ ἔργα αὐτῶν πάντα τὰ τοιαῦτα· καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια· καὶ ἐν τῇ ἀδικίᾳ αὐτῶν ἀπολοῦνται· καὶ ἡ ἀλήθεια μένει εἰς τὸν αἰῶνα, καὶ ἰσχύει εἰς τὸν αἰῶνα, καὶ ζῇ καὶ κρατεῖ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· καὶ οὐκ ἔστι παρ’ αὐτῇ λαβεῖν πρόσωπα οὐδὲ διαφορά· ἀλλὰ τὰ δίκαια ποιεῖ ἀπὸ πάντων τῶν ἀδίκων καὶ πονηρῶν· ἀπέχεται καὶ τοῖς εὐδοκοῦσι τοῖς ἔργοις αὐτῆς· καὶ οὐκ ἔστιν ἐν τῇ κρίσει αὐτῆς οὐθὲν ἄδικον· καὶ αὐτῆς ἡ ἰσχὺς καὶ τὸ βασίλειον· καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλειότης πάντων τῶν αἰώνων· εὐλογητὸς ὁ Θεὸς τῆς ἀληθείας. 1 (al. 3) Esd. 4, 31. Ἐπεὶ ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, Λόγος ὢν τοῦ Θεοῦ φησὶ φέρεται εἰρηκὼς, Ἐγώ εἰμι ἡ ἀλήθειαIo. 14, 6. ,εἰκότως τὰ προκείμενα παρατεθείμεθα περὶ τῆς ἀληθείας δηλοῦντα, ὡς ἄρα ὑπόστασίν τινα παρὰ τὸν Πατέρα καθ’ ἑαυτὴν ἔχει· Μένει γὰρ, φησὶν, ἡ ἀλήθεια, καὶ ἰσχύει εἰς τὸν αἰῶνα, καὶ ζῇ καὶ χρατεῖ· καὶ οὐκ ἔστι παρ’ αὐτῇ λαβεῖν πρόσωπα, καὶ τὰ ἑξῆς, οἷς ἐπιφέρει περὶ τοῦ Πατρὸς Θεοῦ τυγχάνοντος καὶ αὐτοῦ τοῦ Θεοῦ Λόγου καὶ τῆς ἀληθείας, εὐλογητὸς ὁ Θεὸς τῆς ἀληθείας, ᾧ καὶ αὐτοὶ προσθήσομεν τὸ ἀμήν. Ἀλλὰ γὰρ ταῦτα καὶ ἀπὸ τῆς τοῦ Ἔζρα γραφῆς· ἀπό γε μὴν τῆς Ἐσθὴρ οὐδ’ ἓν εὕρομεν περὶ τοῦ προκειμένου· μετὰ δή τοι τὰς ἀπὸ τῶν ἱστορικῶν γραφῶν ἐκλογὰς μετίωμεν ἐπὶ τὰ στιχήρη, ὅτι δὴ ταῦτα τοῖς χρόνοις τῶν λοιπῶν προφητειῶν ἡγεῖται· τούτων δὲ πρῶτα ἴδωμεν τὰ ἀπὸ τῶν Ψαλμῶν.