Ancient Greek · ~14 min
Chapter 2
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 2.Ψ. Τάδε ἔνεστιν κεφάλαια ἐν τῶι β′ τῶν περὶ τοῦ Χριστοῦ προφητικῶν ἐκλογῶν..1
Not analysed yet
α′. Πρώτου Ψαλμοῦ περὶ τοῦ ἀνεπιλήπτου βίου τοῦ Χριστοῦ· καὶ περὶ τῆς ἐπ’ ἄκρον ἀρετῆς πολιτείας αὐτοῦ. β′. Περὶ τοῦ πάθους τοῦ Χριστοῦ, καὶ τῆς οὐρανίου βασιλείας αὐτοῦ, καὶ τῆς πρὸς αὐτὸν περὶ τῶν ἐθνῶν τοῦ Πατρὸς ἐπαγγελίας. γ′. Περὶ τοῦ πάθους καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ Χριστοῦ. δ′. Περὶ τῆς δι’ αὐτοῦ πᾶσιν ἀνθρώποις ἐπισπαρείσης θεογνωσίας. ε′. Περὶ τοῦ θανάτου τοῦ Χριστοῦ, καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ, καὶ ὡς τῶν ἐθνῶν νομοθέτης ἀνείρηται. ϛ′. Περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας. ζ′. Περὶ τοῦ ἀνεπιλήπτου βίου τοῦ Χριστοῦ. η′. Περὶ τῆς ἐξ οὐρανῶν καθόδου τοῦ Χριστοῦ, καὶ τῆς ἐπὶ τὰ ἔθνη καὶ τὸν ἀγνῶτα λαὸν καταστάσεως αὐτοῦ, τῆς τε τῶν Ἰουδαίων ἀντιλογίας. θ′. Περὶ τοῦ τῶν ἀποστόλων εἰς πᾶσαν τὴν οἰκουμένην κηρύγματος, καὶ περὶ τοῦ Χριστοῦ ὡς περὶ νυμφίου. ι′. Περὶ τοῦ Χριστοῦ ὡς περὶ βασιλέως. ια′. Περὶ τοῦ Χριστοῦ πάλιν ὡς περὶ βασιλέως. ιβ′. Περὶ τῶν κατὰ τὸ πάθος τοῦ Χριστοῦ. καὶ περὶ τῶν ἀποστόλων αὐτοῦ, καὶ τῆς τῶν ἐθνῶν εἰς τὸν Θεὸν ἐπιστροφῆς, καὶ περὶ γενεᾶς ἑτέρας καὶ λαοῦ ἥξοντος. ιγ′. Περὶ τῆς εἰς οὐρανοὺς ἀναλήψεως αὐτοῦ. ιδ′. Περὶ τοῦ Χριστοῦ καὶ τῆς ἀναστάσεως αὐτοῦ. ιε′. Περὶ τοῦ Χριστοῦ ὡς περὶ ἀγαπητοῦ, καὶ τῆς συντριβῆς τοῦ προτέρου λαοῦ, καὶ τῆς Ἱερουσαλήμ. ις′. Περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ. ιζ′. Περὶ τῶν κατὰ τὸ πάθος τοῦ Χριστοῦ. ιη′. Ὡς διὰ τοῦ Θεοῦ Λόγου τὰ σύμπαντα δεδημιούργηται. ιθ′. Ὡς ἀντὶ θυσιῶν καὶ τῆς πάλαι τυπικῆς λατρείας τὸ σῶμα τοῦ Χριστοῦ ὑπὲρ ἁπάντων προσενήνεκται. κ′. Περὶ τοῦ προδότου Ἰούδα καὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ. κα′. Περὶ τοῦ Χριστοῦ ὡς περὶ ἀγαπητοῦ, καὶ ὡς Θεὸς βασιλεὺς καὶ ὡς Χριστὸς ὁ αὐτὸς ἀναγορεύεται. κβ′. Περὶ τῆς ἀναλήψεως τοῦ Χριστοῦ, καὶ τῆς τῶν ἐθνῶν κλήσεως. κγ′. Περὶ τῆς τῶν ἐθνῶν κλήσεως, καὶ τοῦ Χριστοῦ ὡς περὶ ἀνθρώπου. κδ′. Περὶ τῆς τῶν ἔθνων κλήσεως, καὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας, καὶ τοῦ ἐλέγχου τῶν ἐκ περιτομῆς. κε′. Περὶ τοῦ προδότου Ἰούδα. κς′. Περὶ τοῦ Χριστοῦ ὡς περὶ βασιλέως. κζ′. Περὶ τοῦ Χριστοῦ ὡς περὶ ἀνθρώπου, καὶ περὶ Πατρὸς καὶ Υἱοῦ, καὶ δύο διαθηκῶν. κη′. Περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, καὶ τοῦ τῶν ἀποστόλων εὐαγγελίου, καὶ περὶ τῶν ἐθνῶν. κθ′. Περὶ τῶν κατὰ τὸ πάθος τοῦ Χριστοῦ, καὶ τῆς ἀποβολῆς τοῦ Ἰουδαίων λαοῦ. λ′. Περὶ τοῦ πάθους καὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, καὶ περὶ τῆς ἡξούσης γενεᾶς. λα′. Περὶ τοῦ Χριστοῦ ὡς περὶ βασιλέως, καὶ περὶ τῆς ἐξ αἰῶνος καὶ εἰς ἄπειρον βασιλείας αὐτοῦ, καὶ τῆς τῶν ἐθνῶν ὑποταγῆς. λβ′. Περὶ τοῦ Χριστοῦ ὡς περὶ ἀνδρὸς καὶ υἱοῦ ἀνθρώπου. λγ′. Περὶ τῆς ἐπιφανείας τοῦ Χριστοῦ. λδ′. Περὶ τοῦ αἰωνίου θρόνου τοῦ Χριστοῦ, καὶ ὡς ἐκ σπέρματος ἔσται Δαυίδ· καὶ περὶ τῶν κατὰ καιροὺς διωγμῶν τῆς ἐκκλησίας. λε′. Περὶ τῆς τῶν ἐθνῶν κλήσεως καὶ τοῦ Χριστοῦ. λς′. Περὶ τῆς ἐξ οὐρανῶν τοῦ Λόγου ἀποστολῆς· καὶ τῆς τῶν ἐθνῶν κλήσεως καὶ ἐρημίας τοῦ προτέρου λαοῦ. λζ′. Περὶ τοῦ προδότου, καὶ τῆς κατὰ τοῦ Χριστοῦ ἐπιβουλῆς. λη′. Περὶ δύο κυρίων Πατρὸς καὶ υἱοῦ, καὶ περὶ τῆς πρὸ αἰῶνος οὐσιώσεως τοῦ Χριστοῦ, καὶ τῆς ἀϊδίου ἀρχιερωσύνης αὐτοῦ καὶ τοῦ πάθους. λθ′. Περὶ τοῦ Χριστοῦ ὡς περὶ ἀνδρός. μ′. Περὶ τοῦ Χριστοῦ ὡς περὶ λίθου· καὶ περὶ τοῦ Ὡσαννᾷ. μα´. Περὶ τῆς Χριστοῦ βασιλείας, καὶ ὡς ἔσται ἀπὸ Δαυίδ. μβ′. Περὶ τοῦ πάθους καὶ τῆς ἀναστάσεως. μγ′. Περὶ τῆς ἐξ οὐρανῶν καθόδου τοῦ Χριστοῦ. μδ′. Περὶ τῆς ἐξ οὐρανῶν ἀποστολῆς τοῦ Θεοῦ Λόγου. με′. Ὡς διὰ τοῦ Θεοῦ Λόγου τὰ σύμπαντα δεδημιούργηται.