Ancient Greek · ~24 min
Chapter 2
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 2.Ψ. ΨΑΛΜΟΥ ΚΑ′.—ΙΓ′..1
Not analysed yet
Σαφῶς ἀνωμολόγηται παρὰ πᾶσι τοῖς ὑγιῶς εἰς Χριστὸν πεπιστευκόσιν, ὡς ἡ καταρχὴ τοῦ μετὰ χεῖρας ψαλμοῦ τοῦτον ἔχουσα τὸν τρόπον, Ὁ Θεός μου, ὁ Θεός μου, πρόσχες μοι, ἵνατι ἐγκατέλιπές με; Ps. 21. ὑπ’ αὐτοῦ κατὰ τὸν καιρὸν τοῦ πάθους εἴρηται· τοῦτο γὰρ ἐδήλου καὶ ἡ ἐπὶ τοῦ σταυροῦ φωνὴ ἡ, ἐλωεὶ ἐλωεὶ λαμὰ σαβαχθανεῖ. Ἀλλὰ γὰρ πρὶν ἀρξώμεθα ἐν τῷ ψαλμῷ προφητείαν ὡς ἐπ’ αὐτὸν μεταλαμβάνειν, πευσόμεθα τῶν τὴν περιτομὴν αὐχούντων, τίς ἂν εἴη ὁ φάσκων τὰ ἐν τῷ ψαλμῷ· οὐχ ὁ τυχὼν γάρ τις εἶναι φαίνεται τά τε ἄλλα καὶ ταῦτα λέγων, ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός· ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου· ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας· ἐκ κοιλίας μητρός μου Θεός μου εἶ σύ· καὶ ἐπιφέρων δηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκελησίας ὑμνήσω σε· καὶ πάλιν· οὐκ ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀπ’ ἐμοῦ, κεαὶ ἐν τῷ κεκραγέναι με πρὸς αὐτὸν εἰσήκουσέ μου· παρὰ σοῦ ὁ ἔπαινός μου, ἐν ἑκκλησίᾳ μεγάλῃ ἐξομολογήσομαι σοι· τὰς εὐχάς μου ἀποδώσω ἐνώπιον τῶν φοβουμένων αὐτόν. Ἐπὶ τούτοις δὲ καὶ τὰ ἄλλα τὰ ἐν τῷ Ψαλμῷ λεγέτωσαν, εἰ ἔχοιεν τινὶ τῶν ἁγίων ἀνδρῶν ἐφαρμόζειν· τίνα γὰρ τοιοῦτον γενόμενον οἷον προδιέγραψεν ὁ λόγος, πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισαν· ἢ περὶ τίνος ἐλάλησαν ἐν χείλεσιν, ἐκίνησαν χεφαλὴν, λέγοντες, ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτὸν, σωσάτω αὐτὸν ὅτι θέλει αὐτόν· τίνα δὲ μόσχοι πολλοὶ καὶ ποταποὶ τὴν φύσιν, κύνες τε καὶ ταῦροι πίονες περιεκύκλωσαν· ἤνοιξάν τε στόμα ἐπ’ αὐτὸν, ὡς λέων ἁρπάζων καὶ ὠρυόμενος· καὶ ἐπὶ τούτοις, τίνα ἡ συναγωγὴ τῶν πονηρευομένων περιέσχεν· καὶ περιέσχεν οὕτως, ὡς καὶ ὀρύξαι αὐτοῦ χεῖρας καὶ πόδας, καὶ πάντα αὐτοῦ ἐξαριθμῆσαι τὰ ὀστᾶ, διαμερίσασθαί τε ἑαυτοῖς αὐτοῦ τὰ ἱμάτια, βαλλόντας κλῆρον ἐπὶ τὸν ἱματισμὸν αὐτοῦ· τοιαῦτα γὰρ τινὰ φησὶ τὸ ἐν τῷ ψαλμῷ πρόσωπον, ὃ καὶ μετὰ τὸ τοσαῦτα παθεῖν ἐπιφέρει λέγων, διηγήσομαι τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε· λυέτωσαν δὲ ταῦθ ἅμα καὶ τὰ λοιπὰ τοῦ ψαλμοῦ διηγούμενοι, μάλιστα ἀπὸ τοῦ, μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς· καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, μέχρι τοῦ, ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ ὃν ἐποίησεν ὁ Κύριος. Παριστάτωσαν γὰρ τὴν τότε μὲν μὴ ὑπάρχουσάν πω γενεὰν, ἥξειν δὲ εἰς μέλλοντα χρόνον προφητευομένην· καὶ τὸν πρότερον μὲν μηδέπω ὄντα λαὸν, τεχθήσεσθαι δὲ ἐν τοῖς μετέπειτα χρόνοις προορώμενον· λεγέτωσάν τε τί ἂν εἴποιεν περὶ τῆς διὰ Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος ἡμῶν συστάσης ἐκ πάντων τῶν ἐθνῶν ἐκκλησίας· ἆρα γὰρ ἐπὶ τοῖς τοσούτοις πλήθεσι τῶν διὰ τοῦ Χριστοῦ τὸν τῶν ὅλων Θεὸν ἐπεγνωκότων οὐκ ἂν ὁμολογήσαιεν πεπληρῶσθαι τὸ, μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς· καὶ τὸ, προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν. Ἀλλὰ γὰρ ὥρα τοῖς εὐγνωμονεῖν ἐθέλουσιν, οὐκ ἐπ’ ἄλλου τινὸς ἢ ἐπὶ μόνου τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὁμολογεῖν πεπληρῶσθαι τὴν προφητείαν, οὗ κατὰ τὴν παρουσίαν αὐτοῦ καὶ ἡ τῶν ἐθνῶν ἐπιστροφὴ γίγνεσθαι ἤρξατο, παραγενομένης τῆς προφητευθείσης γενεᾶς, καὶ τοῦ λαοῦ τοῦ τεχθήσεσθαι οὐ μόνον ἐνταῦθα προδηλουμένου, ἀλλὰ καὶ ἐν ἑκατόστῳ πρώτῳ ψαλμῷ, διὰ τοῦ, γραφήτω αὕτη εἰς γενεὰν ἑτέραν· καὶ λαὸς ὁ κτιζόμενος αἰνέσει τὸν κύριον. Ps. 101. Οὗτος δὲ ἔστι περὶ οὗ καὶ ἐν ιζ′ εἴρητο, λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι· εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου. Ps. 17. Τοῦτον οὖν τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν σάρκα ἀναλαβόντα καὶ δι’ αὐτὴν σκώληκα χρηματίσαντα, ὅν εἶδός τε ἀνθρώπων γενόμενον καὶ ἐξουδένωμα λαοῦ, πάντες οἱ θεωροῦντές με ἐξεμυκτήρισαν, μάλιστα κατὰ τὸν καιρὸν τοῦ πάθους, ὅτε τῶν ἐν τῇ προφητείᾳ τέλος ἰσχόντων οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν καὶ ἐμυκτήριζον λέγοντες, ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν· τότε δὲ καὶ ἐλάλησαν ἐν χείλεσι καὶ ἐκίνησαν κεφαλὴν ἑαυτῶν κατ’ αὐτοῦ· αὐτοῖς ῥήμασιν εἰπόντες τὸ, ἤλπισεν ἐπὶ κύριον, ῥυσάσθω αὐτὸν, σωσάτω αὐτὸν ὅτι θέλει αὐτόν· αὐτὰ γὰρ δὴ ταῦτα κατὰ τὸ πάθος εἰρῆσθαι ἐπ’ αὐτῷ ἐν τοῖς εὐαγγελίοις ἀναγέγραπται. Τούτῳ οὖν καὶ μόνῳ πρὸς τὸν Πατέρα λέγειν ἁρμόζει ὅτι σὺ εἶ ὁ ἐκσπάσας με ἐκ γαστρός· ἡ ἐλπίς μου ἀπὸ μαστῶν τῆς μητρός μου· ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας· ἐκ κοιλίας μητρός μου Θεός μου εἶ σύ. Πλὴν ἐπὶ τούτοις ὁ λόγος ἡμᾶς παιδεύει, ὡς ἄρα καὶ δυνάμεις πονηραί τινες καὶ θηριώδεις ἐνήργησαν τὴν κατ’ αὐτοῦ ἐπιβουλὴν, δι’ ἃς καὶ ἔφασκε, περιεκύκλωσάν με μόσχοι πολλοί· ταῦροι πίονες περιέσχον με· καὶ περὶ τῆς ἐπισυστάσης δὲ κατ’ αὐτῶν ἐκ περιτομῆς συναγωγῆς φησὶν, ὅτι ἑκυκλωσάν με κύνες πολλοί· συναγωγὴ πονηρευομένων περιέσχον με· οὗτοι δὲ καὶ ὤρυξαν· οὐ μόνον τὰς χεῖρας αὐτοῦ, ἀλλὰ καὶ τοὺς πόδας· ἢ κατὰ τὸν Ἀκύλαν, ἤσχυναν, φήσαντα, ἤσχυναν χεῖράς μου καὶ πόδας μου· ὃ καὶ ἀληθῶς ἐτελέσθη, ὅτε κρεμάσαντες αὐτὸν ἐπὶ τοῦ ἰκρίου ἤλοις αὐτοῦ τάς τε χεῖρας καὶ τοὺς πόδας περιέπειραν· καὶ καλόν γε εἰ ἀπαιτοίη τίς ἀπὸ γραφῆς παραστῆσαι, ὡς ἄρα καὶ σταυρὸν ὑπομεῖναι ὁ Χριστὸς προείρητο, μετὰ καὶ ἄλλων τῶν τούτου παραστατικῶν καὶ τὸ ὤρυξαν, καὶ μᾶλλον τὸ, ἤσχυναν χεῖράς μου καὶ πόδας μου, παραθέσθαι· οἷς ἐξῆς ἐπιφέρεται τὸ, διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον· ὅπερ ὁ μὲν Ἀκύλας οὕτως ἐξέδωκεν, μερίσουσιν ἱμάτιόν μου ἑαυτοῖς, καὶ ἐπὶ ἔνδυσίν μου βαλοῦσι κλῆρον· ὁ δὲ Σύμμαχος, διενέμοντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ περὶ ἐσθῆτος μου ἐλάγχανον· ὃ καὶ αὐτὸ ἅμα τε τῷ πάθει πεπλήρωται, ὅτε οἱ σταυρώσαντες αὐτὸν λαβόντες τὰ ἱμάτια αὐτοῦ ἐποίησαν τέσσαρα μέρη, ἑκάστῳ στρατιώτῃ μέρος, καὶ τὸν χιτῶνα· ἦν δὲ ἄρραφος, ἐκ τῶν ἄνωθεν ὑφαντὸς δι’ ὅλου, δλὸ καὶ εἶπαν πρὸς ἀλλήλους· Μὴ σχίσωμεν αὐτὸν, ἀλλὰ λάχωμεν περὶ αὐτοῦ, τίνος ἔσται· Io. 19, 23. οἷς ἐπιφέρει λέγων ὁ εὐαγγελιστὴς, ἵνα ἡ γραφῇ πληρωθῇ, τὸ διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον. Καὶ ταῦτα μὲν ἡ προφητεία. περὶ αὐτοῦ τὸ Ἑβραϊκὸν ὡσεὶ ἐννᾶ περιέχει· ᾧ ἀκολούθως ἐπιφέρεται καὶ ἐν τῷ ψαλμῷ ὥσπερ δὴ καὶ ἐν τοῖς εὐαγγελίοις, τὸ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· Matth. 9, 21. ὅπερ τοιοῦτόν τί μοι δηλοῦν ἔοικεν· σῶσον δὴ εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, τοῦ Πατρὸς καὶ Θεοῦ τῶν ὅλων.