Ancient Greek
Chapter 2
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 2.Ψ. ΨΑΛΜΟΥ Κ′.—ΙΒ′.
Not analysed yet
Τὸ μὲν Κύριε ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς,Ps. 20. καὶ τὰ ἑξῆς, εἴποι ἄν τις ἐπὶ τὸν Δαυὶδ ἀναφέρεσθαι δύνασθαι· τό γε μὴν ζωὴν ᾐτήσατό σε, καὶ ἔδωκας αὐτῷ μακρότητα ἡμεμῶν εἰς αἰῶνα καὶ εἰς αἰῶνα αἰώνος, οὐκέτι τῷ Δαυὶδ ἁρμόζει διὰ τὸ καὶ τὴν τελευτὴν αὐτοῦ ἐμφαίνεσθαι καὶ τὸν χρόνον τῆς ζωῆς αὐτοῦ, ἧς οὐ πολὺν χρόνον ἐτῶν περιωρίσθαι. Εἴη ἂν οὖν ὁ Χριστὸς ὁ βασιλεὺς ὑπὸ τοῦ Πατρὸς βασιλεύειν ἐπὶ Σιὸν ὄρος τὸ ἐπουράνιον καταστάς· ὃς καὶ ζωὴν ᾐτήσατο τὸν Πατέρα οὐχὶ ἑαυτῷ, αὐτὸς γὰρ ἦν ἡ ζωὴ, ἀλλὰ πᾶσι τοῖς εἰς αὐτὸν πιστεύσουσιν· καὶ ἔδωκεν αὐτῷ ὡς πάντας δύνασθαι τοὺς εἰς αὐτὸν πιστεύσαντας μεταβαίνειν ἐκ τοῦ θανάτου εἰς τὴν ζωὴν τὴν αἰώνιον, καὶ εἰς μακρότητα τῶν παρὰ Θεῷ ἡμερῶν, αἳ εἰσὶν εἰς αἰῶνα καὶ εἰς αἰῶνα αἰώνος· καὶ τὰ λοιπὰ δὲ τὰ ἐν τῷ ψαλμῷ ὡς περὶ τῆς τοῦ βασιλέως δόξης λεγόμενα, οὐ μικρὰ ὄντα, ἁρμόττοι ἂν τῷ Χριστῷ μᾶλλον ἢ τῷ Δαυὶδ τῆς ἀξίας τυχόντα σαφηνείας.