Ancient Greek · ~7 min
Chapter 2
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 2.Ψ. Ψαλμοῦ ΙΕ′.—Ζ′.
Not analysed yet
Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μου ἐστὶν ἵνα μὴ σαλευθῶ. Διὰ τοῦτο ηὐφράνθη ἡ καρδία μου, καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπ’ ἐλπίδι. Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδαν, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς, πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου. Ps. 15, 8. Ὅτι δὲ καὶ ταῦτα εἰς πρόσωπον ἀναφέρεται Χριστοῦ μαρτυρεῖ ὁ Πέτρος ἐν ταῖς τῶν ἀποστόλων Πράξεσι, δι’ ὧν ταῦτα φησίν· Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον εἰς ἡμᾶς ἀπὸ Θεοῦ δυνάμεσι καὶ τέρασι καὶ σημείοις, οἷς ἐποίησεν δι’ αὐτοῦ ὁ Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς αὐτοὶ οἴδατε, τοῦτον τῇ ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ Θεοῦ ἔκδοτον λαβόντες, διὰ χειρὸς ἀνόμων προσπήξαντες ἀνείλατε· ὃν ὁ Θεὸς ἀνεστήσεν, λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθ’ ὅτι οὐκ ἦν δυνατὸν πρατεῖσθαι αὐτὸν ὑπ’ αὐτοῦ. Δαυὶδ γὰρ λέγει, Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ πάντος. Act. Ap. 2, 22. Εἶτα τινὰ μεταξὺ εἰπὼν, ἐπιφέρει ταῦτα κατὰ λέξιν· Ἄνδρες ἀδελφοὶ, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυὶδ, ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἐστιν ἐν ἡμῖν ἕως τῆς ἡμέρας ταύτης· προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ, προϊδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ὅτι οὔτε ἐγκατελείφθη εἰς ᾅδην, οὔτε ἡ σἀρξ αὐτοῦ ἴδεν διαφθοράν· Act. 2, 29. τοῦ δὴ Πέτρου τοίνυν ἀποδεδωκότος εἰς τὸν Σωτῆρα τὴν τῆς προφητείας ἑρμηνείαν, παρέσται τῷ μὴ πάρεργον τὴν τούτων ἔρευναν ποιουμένῳ, ἤτοι ἐπ’ αὐτῷ πᾶσαν τὴν ἐν τῷ Ψαλμῷ λέξιν ἀκολούθως ἐφαρμόζειν οἷς καὶ ὁ Πέτρος ἐξείληφεν, ἢ τοῖς ὑφ’ ἑτέρων εἰς τὸν Ψαλμὸν ὑπομνηματισθεῖσιν ἐντυχεῖν· ἡμῖν γὰρ ὁ σκοπὸς οὐδέν τι πλεῖον τῶν εἰρημένων λέγειν εἰς τοὺς τόπους ἐπιτρέπει.