Ancient Greek · ~1 min
Chapter 2
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 2.Ψ. Ψαλμοῦ Ιϛ′. ΚΕΦΑΛΑΙΟΝ Η′.
Not analysed yet
Καὶ τὸ λεγόμενον ἐν ἑκκαιδεκάτῳ Ψαλμῷ, ἐδοκίμασας τὴν καρδίαν μου, ἐπισκέψω νυκτὸς, ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικίαPs. 16. ,ὡς ἀπὸ Χριστοῦ φωνῆς τυγχάνον ἐσημειωσάμεθα, ἐπεὶ μὴ ἄλλως ἀνθρωπείᾳ φύσει τοῦτο φάσκειν ἁρμόττει· καὶ πάντες δὲ οἱ ἐν τῷ ψαλμῷ λόγοι τῷ ἐνορῶντι ἀκριβῶς αὐτοὺς ἐπὶ τὸν Σωτῆρα ἀναφέρεσθαι δύνανται.