Ancient Greek
Chapter 2
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 2.Ψ. Ψαλμοῦ θ′. Κεφάλαιον Ε′.
Not analysed yet
Ἡ τοῦ ἐνάτου ψαλμοῦ ἐπιγραφὴ τοιαύτη τίς ἐστιν· εἰς τὸ τέλος ὑπὲρ τῶν κρυφίων. Ψαλμὸσ τῶι Δαυίδ. Ps. 9. Ἀνθ’ ὧν ὁ Σύμμαχος ἐκδέδωκεν, ἐπινίκιον περὶ τοῦ θανάτου τοῦ υἱοῦ. Ἆσμα τοῦ Δαυίδ. Ὥσπερ δ’ οὖν καὶ μᾶλλον ἔοικεν ἔχειν τὸ Ἑβραϊκὸν τοῦτον περιέχοντα τὸν τρόπον· λαμανασσὴ Ἀλμαὺθ’ βεν μασμωρὰ Δαυίδ. Καὶ καλόν γε τοῖς ἐκ περιτομῆς αὐτῷ χρωμένοις ἀπορῆσαι περὶ ποίου θανάτου, ἢ περὶ τοῦ τίνος υἱοῦ ὁ ψαλμὸς εἴρηται τῷ Δαυίδ· ἡμῖν μὲν γὰρ σαφῶς φαίνεται περὶ τοῦ πάθους τοῦ Σωτῆρος προφητεύεσθαι· τοῦτο δὲ καὶ τοὺς Ο′ νενοηκότας ἀπορρητότερον ᾐνίχθαι· ὁ μέντοι γε Ἀκύλας καὶ αὐτὸς ἐμφαίνων μέγα τί ἀνδραγάθημα κατὰ τὸ πάθος γεγονὸς τοῦ Σωτῆρος ἐξέδωκεν εἰπὼν, τῶι νικοποιῶι νεανιότητος τοῦ υἱοῦ. Μελώδημα τοῦ Δαυίδ. Καὶ ὅλα δὲ τὰ ῥητὰ τοῦ ψαλμοῦ τίς ἐπιτηρήσας ἐφαρμόσειεν ἂν τῷ Χριστῷ, πένητα καὶ πτωχὸν ἑαυτὸν ὀνομάζοντος, καὶ περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ προφητεύοντος, ἐν τῷ, ἐλέησόν με, κύριε, ἴδε τὴν ταπείνωσίν μου ἐκ τῶν ἐχθρῶν μου· ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου· ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς Σιών· ποίας δὲ Σιὼν μικρῷ πρόσθεν ἡμῖν δεδήλωται· καὶ περὶ τῶν ἐθνῶν δὲ τῶν δι’ αὐτοῦ σωθησομένων ὡς περὶ πτωχῶν καὶ πενήτων ἐν αὐτῷ τινὰ προφητεύεται, ἐν οἷς ἐστὶν καὶ τὸ, κατάστησον, κύριε, νομοθέτην αὐτοῖς· γνώτωσαν ἔθνη ὅτι ἄνθρωποι εἰσίν. Ἔνθα καὶ ἐπιστῆσαι ἄξιον, ὡς οὐχ ὑπόκεινται τὰ ἔθνη τῷ Μωσέως νόμῳ· καὶ προσακτέον γε τοῖς ἐκ περιτομῆς τὸ ῥητὸν ἐγκαλοῦσι τοῖς ἐξ ἐθνῶν διὰ τὸ μὴ βιοῦν κατὰ τὸν Μωσέως νόμον, δεικτέον τε ὡς ἅρα ἕτερόν τινα παρὰ Μωσέα νομοθέτην ἔσεσθαι τῶν ἐθνῶν ὁ προφητικὸς ἐπίσταται λόγος, ὡς ἐν εὐχῇ φάσκων τὸ, κατάστησον, κύριε, νομοθέτην αὐτοῖς, δῆλον δ’ ὅτι τοῖς ἔθνεσιν· ἐπιφέρει γ’ οὖν τούτῳ τὸ, γνώτωσαν ἔθνη ὅτι ἄνθρωποι εἰσὶν, ὡσεὶ ἔλεγεν, ἀναλαμβανέτω τὰ ἔθνη γνῶσιν καὶ ἐπιστήμην τῆς λογικῆς αὐτῶν οὐσίας διὰ τοῦ μέλλοντος αὐτοῖς καθίστασθαι νομοθέτου· οὗτος δ’ ἂν εἴη ὁ Χριστὸς, ὁ τὴν κοινὴν νομοθετήσας ἡμῖν διαθήκην τῷ λέγειν, ἐρρέθη τοῖς ἀρχαίοις τάδε τινὰ, ἐγὼ δὲ λέγω τάδε· Matth. 5, 28. ὃς καὶ θείᾳ καὶ ἀρρήτῳ δυνάμει κρατῦναι τοὺς ἑαυτοῦ νόμους οὐκ ἐπὶ ἕν τι ἔθνος ἢ δεύτερον, οὐδ’ ἐπὶ μέρος τὶ τῆς ὅλης οἰκουμένης, ἀλλ’ οὐδὲ ἐπ’ ὀλίγον τινὰ δεδύνηται χρόνον, ἀλλ’ ὥς ἐστιν ἐξ αὐτῆς παραλαβεῖν τῆς ἐνεργείας εἰς τὸ διηνεκὲς καὶ ἐπὶ πάντα τὰ ἔθνη. Εἰ δὲ μὴ προσίοιτό τις ταῦθ’ οὕτως ἔχειν, δεικνύτω τινὰ ἂν ἄλλον ἔχοι λέγειν παρὰ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀκολούθως τῇ μετὰ χεῖρας προφητείᾳ νομοθέτην ὑπὸ τοῦ τῶν ὅλων Θεοῦ κατασταθέντα τοῖς ἔθνεσι, διδάσκαλον γεγενημένον ἅπασιν ἀνθρώποις τῆς εἰς τὸν τῶν ὅλων δημιουργὸν εὐσεβείας.