Ancient Greek · ~11 min
Chapter 2
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 2.Ψ. Ψαλμοῦ η′.—Δ′.
Not analysed yet
Τοῦ ὀγδόου ψαλμοῦ τὰ μὲν πρῶτα ἀπὸ τοῦ, Κύριε ὁ Κύριος ἡμῶν ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇPs. 8. ,περὶ τῆς ἐξ ἐθνῶν κλήσεως ἔοικε προφητεύεσθαι· διὸ καὶ ἐπιγέγραπται ὑπὲρ τῶν ληνῶν· ληνῶν νοουμένων τῶν ἀνὰ τὴν οἰκουμένην ἐκκλησιῶν, ἐν αἷς τῆς ἀληθινῆς ἀμπέλου τοῦ Χριστοῦ, καὶ τῶν ὡσπερεὶ κλημάτων αὐτοῦ τῶν ἱερῶν ἀποστόλων, οἱ λογικοὶ βότρυες πιεζόμενοι τὸν ἀπὸ τῶν μαθημάτων αὐτῶν νοερὸν καὶ πάσης εὐφροσύνης ποιητικὸν οἶνον παρέχουσιν· ἄλλως γὰρ οὐ δυνατὸν σωματικαῖς ληνοῖς ἐφαρμόσαι τὰ ἐν τῷ ψαλμῷ λεγόμενα· ἐπεὶ μὴδ’ ὅλως ὡς ἐν ἑτέροις ἤτοι περὶ ἀμπέλου μεταρθείσης ἐξ Αἰγύπτου, ἢ περὶ ἀμπελῶνος Κυρίου Σαβαὼθ, ἢ τινῶν τοιούτων, διάνοιάν τινα τὰ τῆς λέξεως περιέχει. Τὰ δ’ ἀπὸ τοῦ, Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν; Ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν, καὶ τὰ ἑξῆς, ἐπὶ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ μετείληπται, ἔνθα τῷ πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ,Heb. 2, 8. ἐπιφέρεται τὸ, νῦν δὲ οὐδέπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα. Τὸν δὲ βραχύ τι παρ’ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου, δόξῃ καὶ τιμῇ ἐστεφανωμένον. Εἴποι δ’ ἄν τις μὴ μόνον διὰ τὸ πάθημα τοῦ θανάτου, ἀλλὰ καὶ δι’ αὐτὴν τὴν ἐνανθρώπησιν αὐτοῦ ἠλαττῶσθαι αὐτὸν βραχύ τι παρ’ ἀγγέλους· ὅτε ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγησάμενος τὸ ἴσα Θεῷ εἶναι, ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβὼνPhil. 2, 6. ,καὶ ἐπὶ τοσοῦτον ἠλάττωσεν ὡς ἀντὶ τῆς ἐν μορφῇ Θεοῦ δόξης λεχθῆναι περὶ αὐτοῦ τὸ, εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, ἀλλ’ ἦν τὸ εἶδος αὐτοῦ ἄτιμον, καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· Es. 53, 2. ἀνθ’ ὧν ἀμειβόμενος ὁ Πατὴρ δόξῃ καὶ τιμῇ ἐστεφάνωσεν αὐτόν· Phil. 2, 10. ὑπερυψώσας καὶ χαρισάμενος αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· ἵν’ ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Heb. 2, 7. Καὶ κατέστησεν δ’ αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ· Heb. 2, 7. ὅπερ καὶ αὐτὸ τῷ μὲν τοῦ Σωτῆρος ἡμῶν ἁρμόζοντα (ζοιτο) προσώπῳ διὰ τὸν ἐν αὐτῷ τὸν Θεὸν Λόγον, οὐκέτι δὲ καὶ τῷ τυχόντι, εἴ γε ἐν τοῖς τοῦ Θεοῦ ἔργοις καὶ τοὺς οὐρανοὺς καταριθμεῖν ἔθος τοῖς ἱεροῖς λόγοις, κατὰ τὸ, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί. Ps. 102, 25. Πρὸς τούτοις, καὶ πάντα ὑπέταξεν ὑπὸ τοὺς πόδας αὐτοῦ, πρόβατα καὶ βόας ἁπάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου, τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τοὺς ἰχθύας τῆς θαλάσσης· Ps. 8, 6. δι’ ὧν ἔοικεν ἀλληγορικώτερον δηλοῦσθαι τῶν ἀλογωτέρων καὶ τὸν τρόπον κτήνων δευτέρων ψυχῶν, ἢ καὶ δυνάμεων ἀντικειμένων, ἡ ὑπὸ τὸν ζυγὸν καὶ τὴν τοῦ λόγου δουλείαν ὑποταγή.