Ancient Greek · ~5 min
3.ΤΆΔΕ ἜΝΕΣΤΙΝ ἘΝ Τ῀ΩΙ Γ′ ΤΌΜΩΙ Τ῀ΩΝ ΠΕΡῚ ΤΟ῀Υ ΚΡΙΣΤΟ῀Υ ΠΡΟΦΗΤΙΚ῀ΩΝ ἘΚΛΟΓ῀ΩΝ. to 3.Ψ. ἈΠῸ ΤΟ῀Υ ἸΩΝ῀Α.
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 3.ΤΆΔΕ ἜΝΕΣΤΙΝ ἘΝ Τ῀ΩΙ Γ′ ΤΌΜΩΙ Τ῀ΩΝ ΠΕΡῚ ΤΟ῀Υ ΚΡΙΣΤΟ῀Υ ΠΡΟΦΗΤΙΚ῀ΩΝ ἘΚΛΟΓ῀ΩΝ.-3.Ψ. ἈΠῸ ΤΟ῀Υ ἸΩΝ῀Α.
Not analysed yet
Περὶ τοῦ Θεοῦ Λόγου ὡς περὶ σοφίας οὐσιωδῶς ὑπεστώσης καὶ πρὸ τῶν αἰώνων ὑπὸ τοῦ Θεοῦ κτισθείσης ἑτέρας τε παρ’ αὐτὸν οὔσης, καὶ σὺν αὐτῷ τῶν ὅλων ἐπιμελόμενος. (sic.) Περὶ τοῦ Χριστοῦ ὡς περὶ υἱοῦ βασιλέως καὶ περὶ τῶν ἀποστόλων αὐτοῦ. Περὶ τοῦ Χριστοῦ ὡς περὶ ἀνδρὸς, καὶ τῆς εἰς οὐρανοὺς ἀναβάσεως αὐτοῦ· καὶ τῆς τῶν ἐθνῶν κατακρατήσεως. Περὶ τοῦ Χριστοῦ ὡς περὶ πένητος σοφοῦ· καὶ περὶ τοῦ διαβόλου καὶ τοῦ ἀντιχρίστου. Περὶ τοῦ Χριστοῦ ὡς περὶ πένητος σοφοῦ· καὶ περὶ τοῦ διαβόλου, καὶ περὶ τῆς ἐκκλησίας. Περὶ τοῦ Χριστοῦ ὡς περὶ νυμφίου, καὶ τῆς τῶν ἁγίων ἐκκλησίας ὡς νύμφης, καὶ περὶ τῶν ἐν τοῖς τόποις ἐπικεκρυμμένων μυστηρίων. Περὶ τοῦ Χριστοῦ ὡς περιπατήσαντος ἐπὶ θαλάττης, καὶ τὸ μέγα κῆτος χειρωσαμένου. Περὶ τῆς εἰς τὸν Ἅιδην τοῦ Χριστοῦ καθόδου. Περὶ τῆς τοῦ διαβόλου πρὸς τὸν Χριστὸν πάλης. Περὶ τοῦ Χριστοῦ ὡς περὶ πανθῆρος. Περὶ τῆς τοῦ Ἰσραὴλ ἀποβολῆς, καὶ τῆς τοῦ βασιλείου αὐτῶν καταπαύσεως, τῆς τε τοῦ Χριστοῦ ἐξ Αἰγύπτου μετακλήσεως. Ὡς ὁ Θεὸς Λόγος Θεὸς ὀνομαζόμενος, κύριον ὁμολογεῖ τὸν Πατέρα. Ὡς ὁ Θεὸς Λόγος Κύριος ὀνομαζόμενος ἕτερον παρ’ ἑαυτὸν εἶναι τὸν Πατέρα διδάσκει. Περὶ τῆς εἰς ἀνθρώπους ἐπιδημίας τοῦ Χριστοῦ. Ὡς ὁ Θεὸς Λόγος Κύριος καὶ Θεὸς ὀνομαζόμενος ἀκηκοέναι τινὰ παρὰ Κυρίου ὁμολογεῖ. Ὡς ἡ περὶ τὸν Ἰωνᾶν οἰκονομία τὸ πάθος τοῦ Χριστοῦ, καὶ τὴν ἐκ νεκρῶν ἀνάστασιν σημαίνει.