Ancient Greek · ~6 min
Chapter 2
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 2.Ψ. Ψαλμοῦ ΡΜΗ′. —Ιϛ′.
Not analysed yet
Καὶ τὸ ἐνθάδε λεγόμενον, Αἰνεσάτωσαν τὸ ὄνομα Κυρίου, ὅτι αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησανPs. 148. ,ἐν τοῖς περὶ τοῦ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Θεοῦ Λόγου μαρτυρίοις ἀνελεξάμεθα, τὸν τοῦ Θεοῦ Λόγον, καὶ ὄνομα αὐτοῦ χρηματίζειν μεμαθηκότες κατὰ τίνα προσηγορίαν τῶν περὶ αὐτοῦ ἐπινοιῶν· μετὰ γοῦν τὸ προειπεῖν, Αἰνεῖτε τὸν Κύριον, τάδε καὶ τάδε ἀκολούθως παρακελεύεται τὸ Πνεῦμα αἰνεῖν μετὰ τὸν Πατέρα, τὸ ὄνομα αὐτοῦ ἐπιλέγων, ὡς ἄρα αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. Ὁ μὲν οὖν προστάττων καὶ ἐντελλόμενος εἴη ἂν ὁ τῶν ὅλων Θεὸς καὶ Πατὴρ, ὁ δ’ ὑπουργῶν ὁ τοῦ Θεοῦ Λόγος ἐξυπηρετούμενος τῷ πατρικῷ θελήματι πρὸς τὴν τῶν γενητῶν δημιουργίαν. Τηρητέον δ’ ὅτι καὶ ἐν λβ′ ψαλμῷ κατὰ λέξιν ἐμφέρεται τὸ, αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν· Ps. 32. ἀλλ’ ἐκεῖ μὲν περὶ τῆς γῆς καὶ τῶν κατοικούντων τὴν οἰκουμένην εἴρηται, ἐνθάδε δὲ περὶ τῶν ἐν οὐρανοῖς καὶ τῶν λεγομένων ἐν ὑψίστοις ἀγγέλων τε καὶ δυνάμεων, ἔτι τε ἡλίου καὶ σελήνης καὶ ἄστρων καὶ πάντων τῶν ἑξῆς συγκατειλεγμένων, διδασκούσης ἡμᾶς τῆς θείας ἐν τούτοις γραφῆς, ὡς ἄρα διὰ τοῦ Λόγου κατὰ τὸν ἱερὸν ἀπόστολον ἐκτίσθη τὰ πάντα τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς· εἴτε ὅρατα εἴτε ἀόρατα, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι· τὰ πάντα δι’ αὐτοῦ καὶ ἐν αὐτῷ ἔκτισται· καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Col. 1, 16. Τοσαῦτα μὲν δὴ τὰ ἀπὸ τῶν Ψαλμῶν· μετρίαν δὲ καὶ αὐτάρκη τοῦ λόγου περιγραφὴν εἰληφότος, ἐξ ἑτέρας ἀρχῆς τὰς ἀπὸ τῶν λοιπῶν στιχηρῶν καὶ ἐξῆς τὰς ἀπὸ τῶν προφητῶν ἐκλογὰς ποιησόμεθα.