Ancient Greek
Chapter 3
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 3.ΤΟ῀Υ Α’ΥΤΟ῀Υ. Λ′.
Not analysed yet
Ἡ διαθήκη ἦν μετ’ αὐτοῦ τῆς ζωῆς καὶ τῆς εἰρήνης, καὶ ἔδωκα αὐτῷ φόβῳ φοβεῖσθαί με, καὶ ἀπὸ προσώπου ὀνόμωτός μου στέλλεσθαι αὐτόν. Νόμος ἀληθείας ἦν ἐν τῷ στόματι αὐτοῦ, καὶ ἀδικία οὐχ εὑρέθη ἐν χείλεσιν αὐτοῦ· ἐν εἰρήνῃ κατευθύνων ἐπορεύθη μετ’ ἐμοῦ, καὶ πολλοὺς ἐπέστρεψεν ἀπὸ ἀδικίας. Ὅτι χείλη ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ, ὅτι ἄγγελος Κύριου παντοκράτορός ἐστιν. Mal. 2, 5. Καὶ ταῦθ’ ἁρμόζειν ὑπολαμβάνοντες ταῖς περὶ Χριστοῦ μαρτυρίαις ἐκτεθείμεθα· ἥ τε γὰρ διαθήκη τῆς ζωῆς καὶ τῆς εἰρήνης ἦν μετ’ αὐτοῦ· τό τε τοῦ φόβου πνεῦμα μετὰ καὶ τῶν λοιπῶν ἐπ’ αὐτὸν ἀνεπαύσατο κατὰ τὸ, καὶ ἐμπλήσει αὐτὸν πνεῦμα φόβου Θεοῦ,Es. 11, 3. λεγόμενον ἐν Ἠσαίᾳ· τοῦτο δὲ καὶ ὁ τῆς ἀληθείας νόμος, οὐχὶ δὲ ὁ τυπικὸς ἐν τῷ στόματι ἦν, καὶ ἀδικία οὐχ εὑρέθη ἐν χείλεσιν αὐτοῦ· κατὰ γὰρ τὸν Ἠσαίαν ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν χείλεσιν αὐτοῦ· οἷα δὲ συνὼν τῇ πατρικῇ δυνάμει ἐν εἰρήνῃ κατευθύνων ἐπορεύετο μετ’ αὐτοῦ, πολλοὺς τῶν πάλαι τὸν Θεὸν μὴ εἰδότων εἰς ἐπιστροφὴν ἄγων· παρ’ αὐτοῦ δὲ, ἅτε ἀρχιερέως ὄντος καὶ τὴν περὶ πάντων γνῶσιν διαφυλάττοντος, τὸν θεῖον νόμον ἐξεζήτησάν τε καὶ ἐκζητήσουσιν, οἷς μέλλει τῆς κατ’ αὐτὸν· ἐπιστήμης· αὐτὸς γάρ ἐστιν ὁ τῆς μεγάλης βουλῆς· ἄγγελος, διακονῶν καὶ διαγγέλλων παντὶ γενητῷ τὸ τοῦ Πατρὸς βούλημα.