Ancient Greek · ~4 min
Chapter 3
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 3.Ψ. ΤΟ῀Υ Α’ΥΤΟ῀Υ. ΛΕ′.
Not analysed yet
Κύριε ἰσχύς μου, καὶ βοηθεία μου, καὶ καταφυγή μου ἐν ἡμέρᾳ κακῶν πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ’ ἐσχάτου τῆς γῆς, καὶ ἑροῦσιν, Ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλημα; Εἰ ποιήσει ἑαυτῷ ἄνθρωπος θεοὺς, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί. Διὰ τοῦτο, ἰδοὺ, ἐγὼ δηλώσω αὐτοῖς ἐν τῷ καιρῷ τούτω τὴν χεῖρά μου, καὶ γνωριῶ αὐτοῖς τὴν δύναμίν μου, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος. ※Ἁμαρτία Ἰούδα γέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ ἐκκεκολαμμένη ἐπὶ τοῦ στήθους τῆς καρδίας αὐτῶν. Jer. 16, 19. Περὶ τῶν διὰ Χριστοῦ τὸν τῶν ὅλων ἐπεγνωκότων Θεὸν προφητεύσας ὁ λόγος, ἑξῆς ἐπάγει περὶ τῆς κατὰ τοῦ Σωτῆρος τοῦ Ἰουδαίων λαοῦ ἁμαρτίας, ἀνεξάλειπτον αὐτὴν ἔσεσθαι σημαίνων κατὰ τὰς παρατεθείσας μετὰ ἀστερίσκων λέξεις· ἃς δύναταί τις καὶ ἐπὶ τοῦ προδότου Ἰούδα ἐφαρμόζειν, ὡς καὶ ὀνομαστὶ τῷ θείῳ Πνεύματι προεγνωσμένου τε καὶ προαναπεφωνημένου.