Ancient Greek
Chapter 3
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 3.Ψ. Τοῦ αὐτοῦ. ΛΖ′.
Not analysed yet
Ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν· οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, καὶ ἐγὼ ἠμέλησα αὐτῶν, φησὶ Κύριος, ὅτι αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραήλ· μετὰ τὰς ἡμέρας ἐκείνας, φησὶ Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν γράψω αὐτοὺς, καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν· καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πλησίον αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ λέγων, Γγῶθι τὴν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν, φησὶ Κύριος· ὅτι ἵλεος ἔσομαι ταῖς ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Jer. 31, 31. Σαφῶς ἐν ταῖς ἐπιούσαις ἡμέραις καινὴν διαθήκην ὁ κύριος διαθήσεσθαι προθεσπίζει· καινὴν δὲ τῷ μηδὲν ἔχειν ὅμοιον τῇ παλαιᾷ, ἣν διὰ Μωσέως ἐν τῇ ἐρήμῳ δοθεῖσαν προμεμαθήκαμεν. Τί δ’ ἂν πρὸς ταῦτα φαῖεν οἱ ἐκ περιτομῆς, ἐναργῶς ἀποβλέπειν ἐπιχειροῦντες ταῖς προφητείαις, καὶ μᾶλλον αἱρούμενοι ἀτελεῖς αὐτὰς ἐπιδεικνύναι ἢ πείθεσθαι τῇ ἀληθείᾳ, διὰ τοῦ παραδέχεσθαι τὴν καινὴν τῶν εὐαγγελιῶν τοῦ Σωτῆρος ἡμῶν διαθήκην, ἧς παραγενομένης πεπαλαίωται ἡ πρώτη, πέρας ἴσχειν ἀρξαμένη ἐξ ὅτου παραγενόμενος ὁ Χριστὸς ἐπλήρωσε τὸν νόμον, καὶ τὰς περὶ αὐτοῦ προφητείας. Ἥξειν μὲν οὖν ἡμέρας ἐν αἷς διαθήσεσθαι φησὶν ὁ Κύριος τὴν καινὴν διαθήκην· τοῦτ’ ἔστι τὴν ἔγγραφον ἐν τοῖς (ἐντὸς) τῶν εὐαγγελικῶν βιβλίων. Ἑξῆς δ’ ἐπιφέρει λέγων ὁ αὐτὸς Κύριος, ὡς μετὰ τὰς ἡμέρας ἐκείνας, ἐν αὐταῖς ταῖς διανοίαις τῶν παραδεξομένων τὴν καινὴν διαθήκην ἐγγράψων τοὺς ἰδίους νόμους, ὥστε αὐτοὺς εἶναι εἰς λαὸν τῷ Θεῷ, καὶ αὐτὸν αὐτοῖς εἰς Θεὸν, οὐδαμῶς ὑπ’ ἀνθρωπίνης διδασκαλίας ἐπὶ τὸ γινώσκειν τὸν Κύριον παραγινομένους, αὐτομαθεῖς δ’ ὥσπερ, μᾶλλον δὲ θεοδιδάκτους ἐσομένους, ὃ καὶ αὐτὸ καταμάθοι ἄν τις κατὰ τὸν παρόντα καιρὸν πληρούμενον· ἴδοι δ’ ἄν τις ὅπως ἐπὶ τὰς διανοίας καὶ τὰς καρδίας τῶν διὰ Χριστοῦ εἰς τὸν Θεὸν πεπιστευκότων ἡ καινὴ διαθήκη καὶ οἱ τοῦ Κυρίου νόμοι γεγραμμένοι εἰσιν, εἰ καταμάθοι ἐν ἡμῖν πλῆθος ἀνδρῶν παντελῶς ἰδιωτῶν τοιαύτην ἐνεπιδεικνυμένων ἐνάρετον καὶ ἐμφιλόσοφον. πολιτείαν, ἣν οὐ ταχέως ἐστιν εὑρεῖν παρὰ τοῖς φιλολογίαν ἠσκηκόσιν, καὶ μέγα φρονοῦσιν ἐπὶ τῇ τῶν γραφῶν μελέτῃ.