Ancient Greek · ~2 min
Chapter 3
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 3.Ψ. Ἀπὸ τῶν θρήνων. ΛΗ′.
Not analysed yet
Πνεῦμα προσώπου ἡμῶν χριστὸς Κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν, οὗ εἴπομεν, Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν. Thren. 4, 20. Καὶ ἐνταῦθα τὸν Χριστὸν διαρρήδην ὀνομάσαν τὸ θεῖον Πνεῦμα, τὴν ὑπὸ Ἰουδαίων ἐπιβουλὴν προυθέσπισεν διὰ τοῦ, συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν· τούτου δὲ ὑπὸ τὴν σκέπην καὶ τὴν σκιὰν ζησομένους ἑαυτοὺς τῷ πνεύματι προεώρων οἱ προφῆται, καὶ ζησομένους ἐν τοῖς ἔθνεσι τοῖς μέλλουσιν εἰς τὸν Χριστὸν πιστεύειν, καὶ δι’ αὐτοῦ τὰς τῶν προφητῶν παραδέχεσθαι γραφάς.