Ancient Greek · ~4 min
Chapter 3
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 3.Ψ. Τοῦ ἄσματος τῶν ἀσμάτων. ϛ′.
Not analysed yet
Ὅλον τὸ βιβλίον ὑπόθεσιν ἔχει νύμφης ἔρωτα πρὸς νυμφίον, ὁμολογούσης τετρῶσθαι τῇ πρὸς αὐτὸν ἀγάπῃ, καὶ αὐτοῦ πάλιν ὁμολογοῦντος αὐτὴν μόνην ἀπὸ πλειόνων ὑπάρχειν αὐτῷ τελείαν περιστερὰν παρὰ τὰς λεγομένας βασιλίδας καὶ παλλακίδας καὶ νεάνιδας. Οἱ μὲν οὖν ἐκ περιτομῆς μίαν εἶναι τῶν πεπιστευμένων παρ’ αὐτοῖς δύο καὶ εἴκοσι θεοπνεύστων γραφῶν πεπεισμένοι καὶ ταύτην τὴν γραφὴν, οὐκ οἶδ’ εἰ ἔχοιεν ἄξιόν τι θείας ἐπιπνοίας λεγόμενον ἐν αὐτῇ παραστῆσαι, μὴ πλέον τί τῆς προχείρου ἐκδοχῆς κατὰ τοὺς τόπους φανταζόμενοι· ὁ δὲ δυνατὸς τὸ μὲν ἐπικείμενον καὶ ταύτῃ τῇ γραφῇ κάλυμμα περιελεῖν, ἐπιστρέψαι δὲ πρὸς Κύριον ὅπερ ἐστι τὸ πνεῦμα, καὶ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν καὶ ἐν τούτοις δόξαν τοῦ Κυρίου κατοπτρίζεσθαι, θεωρήσει ἐν αὐτῇ τὰ κατὰ τὴν πνευματικὴν νύμφην, δῆλον δ’ ὅτι τὴν ἐκκλησίαν τοῦ Χριστοῦ, μυστήρια, καὶ τὰ λεγόμενα περὶ τοῦ τελείου τῆς τοιασδὶ νύμφης νυμφίου καὶ τῆς τῶν βασιλίδων αὐτοῦ καὶ παλλακίδων καὶ νεανίδων διαφορᾶς, καὶ ὅσα ἄλλα ἐναποκέκρυπται τῇ βίβλῳ ἀπορρητότερα μαθήματα, ἃ καὶ πληρεστάτης ἤδη σαφηνείας ἔτυχεν, ἐν. οἷς ὁ φιλοπονώτατος τῶν θείων γραφῶν ἐξηγητὴς ὑπεμνηματίσατο.