Ancient Greek · ~7 min
Chapter 3
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 3.Ψ. Ἀπὸ τοῦ Ἰώβ. Ζ’.
Not analysed yet
Ὁ Ἰώβ ἐστιν ὁ φάσκων περὶ τοῦ Κυρίου μετὰ καὶ ἑτέρων, Ὁ λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει· ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν ὡς ἐπὶ ἐδάφους ἐπὶ θαλάσσης· Job. 9, 7. καὶ πάλιν, ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι. Job. 3, 8. Ἐπεὶ τοίνυν οὐκ ἔχεται τῆς περὶ τοῦ τῶν ὅλων Θεοῦ μεγαλονοίας τὸ ὑπολαμβάνειν αὐτὸν τὰ σύμπαντα πληροῦντα ἐπὶ θαλάσσῃ (ης) περιπατεῖν χωρούσης αὐτοῦ τὸ τοσοῦ (?)μέγεθος, λείπεται περὶ τοῦ Λόγου ταῦτα νοεῖν· οὗ τῇ δυνάμει, τύπος αὐτοῦ τυγχάνων, ὁ τοῦ Ναυὴ Ἰησοῦς εἶπεν τῷ ἡλίῳ καὶ ἔστη κατὰ Γαβαὼν, ἀλλὰ καὶ κατὰ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ, ὡσπερεὶ θείᾳ τινὶ προστάξει, ὁ ἥλιος ἐπὶ πᾶσαν ἐσκότασεν τὴν γῆν. Αὐτὸς δέ ἐστιν ὁ τανύσας τὸν οὐρανὸν, ὁ καὶ περιπατήσας ὡς ἐπ’ ἐδάφους ἐπὶ θαλάσσης, ὁπηνίκα ἐνανθρωπήσας ἀπετέλει τὰ παράδοξα, καθὼς ἐν τοῖς εὐαγγελίοις ἱστόρηται. Εἰ δ’ ὅλως ἐπὶ τὸν τοῦ Θεοῦ Λόγον τὰ κατὰ τοὺς τόπους ἀναφέροι, τὸ ἐξῆς ἂν εἴη μὴ μόνα ἅπερ ἐξεθέμεθα ῥητὰ εἰς αὐτὸν ἐκλαμβάνειν, ἀλλὰ καὶ πάντα τὰ ἐν τῇ περικοπῇ ὑπὸ τοῦ Ἰὼβ. λεγόμενα· καὶ γὰρ καὶ τὸ μέγα κῆτος μόνος αὐτὸς ἐχειρώσατο, λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καὶ τὸν μέγαν ὡς ἀληθῶς δράκοντα τὸν διάβολον καταργήσας, ὃς πάλαι μὲν τὰς τῶν ἀνθρώπων ψυχὰς κατέπινεν ἰσχύσας, δίκην τοῦ τὸν Ἰωνᾶν καταπεπωκότος κήτους, χειρωθεὶς δ’ ὕστερον ὑπὸ τοῦ καταπαλαίσαντος αὐτὸν, προήγαγεν αὖθις οὓς πάλαι καταπεπώκει, ὁμοίως τῷ τὸν Ἰωνᾶν σῶον ἀποδεδωκότι θηρίῳ· πληρουμένης ἐν τούτῳ προφητείας φασκούσης, Κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· Es. 25, 8. ὃ καὶ λέγομεν διὰ τὸν τὸ λεγόμενον ἐνταῦθα μέγα κῆτος χειρωσάμενον Σωτῆρα καὶ Κύριον ἡμῶν.