Ancient Greek · ~1 min
Chapter 3
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 3.Ψ. Τοῦ Ἀβδιοῦ. ΙΕʹ.
Not analysed yet
Ὅρασις Ἀβδίου· Τάδε λέγει Κύριος ὁ Θεὸς τῇ Ἰδουμαίᾳ, Ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν. Abd. 1. Ἐπεὶ καὶ ἐνταῦθα Κύριος ὁ Θεὸς ἀκοὴν ἤκουσε παρὰ Κυρίου, εἰκότως ἐσημειωσάμεθα τὸν τόπον.