Ancient Greek · ~2 min
Chapter 3
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 3.Ψ. Τοῦ αὐτοῦ. ΙΔʹ.
Not analysed yet
Ἑτοιμάζου ἐπικαλεῖσθαι τὸν Θεόν σου Ἰσραήλ. Διότι, ἰδοὺ, στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν χριστὸν αὐτοῦ, ποιῶν ὄρθρον καὶ ὁμίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ. Am. 4, 12. Καὶ διὰ τούτων σαφῶς τὰ τῆς εἰς ἀνθρώπους ἐπιδημίας τοῦ Χριστοῦ προφητεύεται· ἐπὶ σχολῆς δ’ ἂν ἑκάστη λέξις ἀκριβεστέρας τύχοι σαφηνείας.