Ancient Greek · ~2 min
Chapter 3
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 3.Ψ. Τοῦ Ἰωὴλ σαφὲς οὐδέν. Ψ. Ἀπὸ τοῦ Ἀμῶσ. ΙΓʹ.
Not analysed yet
Κατέστρεψα ὑμᾶς, καθὼς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμορρα, καὶ ἐγένεσθε ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρὸς, καὶ οὐδ’ ὣς ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος. Am. 4, 11. Καὶ ἐνθάδε αὐτὸς ὁ Κύριος φησὶν ὡς περὶ ἑτέρου τὸ, καθὼς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμορρα· Gen. 19, 24. καὶ ἐν τῇ Γενέσει δὲ τετήρηκεν ἡ θεία γραφὴ τὰ δύο πρόσωπα φήσασα, Καὶ ἔβρεξε Κύριος ἐπὶ Σόδομα καὶ Γόμορρα θεῖον καὶ πῦρ παρὰ Κυρίου· ἐξ ὧν καταφανὴς ἡ περὶ Πατρὸς καὶ Υἱοῦ τυγχάνει τῆς ἐκκλησιαστικῆς πίστεως ὀρθοδοξία.