Ancient Greek · ~3 min
Chapter 3
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 3.Ψ. Τῶν παροιμιῶν Β’.
Not analysed yet
Ἐν φωτὶ υἱοῦ βασιλέως ζωή· οἱ δὲ προσδεκτοὶ αὐτῷ ὥσπερ νέφος ὄψιμον. Prov. 16, 15. Καὶ τίνος ἄλλου βασιλέως υἱοῦ ἐν φωτὶ ζωὴ τυγχάνει, ἢ ἐν τῷ τοῦ Θεοῦ Λόγῳ, υἱοῦ τυγχάνοντος τοῦ πάντων βασιλέως Θεοῦ· αὐτὸς γάρ ἐστιν τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· Io. 1, 9. ἐν ᾧ φωτὶ ζωὴ τυγχάνει κατὰ τὸν φήσαντα τοῦ εὐαγγελίου λόγον, ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων· ver. 4. τούτου δὲ καὶ οἱπροσδεκτοὶ, οὓς ἡγούμεθα εἶναι τοὺς ἀποστόλους αὐτοῦ καὶ μαθητὰς, γεγόνασιν ὥσπερ νέφος ὄψιμον ἐπ’ ἐσχάτου τῶν ἡμερῶν καὶ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος, τὴν ἔρημον ποτὲ γῆν καὶ ἄνυδρον, τουτέστι τὴν τῶν ἐθνῶν ἐκκλησίαν, ἀρδεύσαντες τῷ πνευματικῷ τῆς εὐσεβοῦς διδασκαλίας αὐτῷ ὑετῷ.