Ancient Greek · ~13 min
Chapter 3
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 3.Ψ. Ἀπὸ τῶν παροιμιῶν. Α’..1
Not analysed yet
Πᾶσα μὲν ἡ βίβλος τῶν Παροιμιῶν ἐκ προσώπου λέγεσθαι τῆς Σοφίας ἔοικε, πῆ μὲν τὸν ἠθικὸν ὑποτιθεμένης βίον, πῆ δὲ προσωποποιούσης ἑτέρων λόγους· καὶ ποτὲ μὲν αἰνίγματα προβαλλομένης, ποτὲ δ’ αὖ περὶ αὑτῆς τινὰ διδασκούσης, καὶ τὰ περὶ τοῦ ἑαυτῆς ἐνθέου ἀξιώματος παιδευούσης. Τούτων δ’ ἀναλεξόμεθα δι’ ὧν μανθάνομεν ὅτι δὴ ζῷον θεῖον καὶ πάντη τὴν φύσιν ἐνάρετον ἡ Σοφία τυγχάνει, ἡ αὐτὴ οὖσα τῷ μετὰ τὸν πρῶτον Θεὸν δευτέρῳ τῶν ὅλων αἰτίῳ, τῷ τε ἐν ἀρχῇ πρὸς τὸν Θεὸν Θεῷ Λόγῳ, καὶ τῇ διοικούσῃ καὶ οἰκονομούσῃ τὰ σύμπαντα καὶ μέχρι τῶν ἐπὶ γῆς πραγμάτων φθανούσῃ προνοίᾳ τοῦ Θεοῦ, ἣ καὶ πρὸ πάσης οὐσίας τε καὶ ὑποστάσεως ἔκτισται, ἀρχὴ ὁδῶν οὖσα τῆς ὅλης δημιουργίας. Τὰ δὲ ῥητὰ ὡς ἐξ αὐτῆς τῆς Σοφίας τοῦτον λέλεκται τὸν τρόπον· Ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλὴν καὶ γνώσιν, καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Φόβος Κυρίου μισεῖ κακίαν, ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν, ἐμίσησα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν. Ἐμὴ βουλὴ παὶ ἀσφάλεια· ἐγὼ σύνεσις, ἐμὴ δὲ ἰσχύς. Δι’ ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην. Δι’ ἐμοῦ μεγιστᾶνες μεγαλύνονται. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. Πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει, καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη. Βέλτιον ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν· τὰ δὲ ἐμὰ γενήματα κρείσσω ἀργυρίου ἐκλεκτοῦ. Ἐν ὁδοῖς δικαιοσύνης περιπατώ, καὶ ἀναμέσον τρίβων δικαιώματος ἀναστρέφομαι· ἵνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν, καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν· ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ’ ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι. Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι, καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ ἐλθεῖν τὰς πηγὰς τῶν ὑδάτων· πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν, γεννᾷ με. Κύριος ἐποίησε χώρας καὶ ἀοικήτους, καὶ ἄκρα οἰκούμενα τῆς ὑπ’ οὐρανόν. Ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ, ἡνίκα ἀφώριζε τὸν ἑαυτοῦ θρόνον ἐπ’ ἀνέμων. Ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ’ οὐρανὸν, ἐν τῷ τιθέναι αὐτὸν τῇ θαλάσσῃ ἀκριβασμὸν αὐτοῦ, καὶ ὕδατα οὐ παρελεύσονται στόμα αὐτοῦ· ἡνίκα ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ’ αὐτῷ ἁρμόζουσα· ἐγὼ ἤμην, ᾗ προσέχαιρε καθ’ ἡμέραν, εὐφραινόμην δὲ ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ· ὅτε εὐφραίνετο τὴν οἰκεουμένην συντελέσας, καὶ εὐφραίνετο ἐν υἱοῖς τῶν ἀνθρώπων. Prov. 8, 12. Ταῦτα μὲν οὖν διδάσκει περὶ ἑαυτῆς ἡ Σοφία· τίς δέ ἐστιν αὕτη, ὁ ἱερὸς ἀπόστολος παιδεύει λέγων, Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία· 1 Cor. 1, 24. καὶ πάλιν, ὃς ἑγενήθη σοφία ἡμῖν ἀπὸ Θεοῦ. 1 Cor. 1, 30. Χριστὸς οὖν ἐστιν ὁ τὰ προειρημένα φάσκων· ἡ Σοφία καὶ Λόγος ἐστι Θεοῦ, δι’ οὗ τὰ πάντα γεγένηται· Ἐν ἀρχῇ γὰρ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ λόγος. Πάντα δι’ αὐτοῦ ἐγένετο· Io. 1, 1. καὶ, ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα,Col. 1, 16. κατὰ τὸν ἀποστολον· ὅνπερ δὲ τρόπον κατά τινα ἐπίνοιαν Λόγος Θεοῦ χρηματίζει, καὶ καθ’ ἑτέραν ζωὴ, καὶ πάλιν, ἀλήθεια καὶ φῶς ἀληθινὸν, καὶ τὰ λοιπὰ ὁπόσα φασὶν αὐτὸν αἱ θεῖαι γραφαὶ, τὸν αὐτὸν δὴ τρόπον καὶ Σοφία προσηγόρευται, ὑπηρέτης τυγχάνουσα τοῦ Πατρὸς εἰς τὴν ὅλων πρόνοιάν τε καὶ οἰκονομίαν.