Ancient Greek · ~5 min
Chapter 3
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 3.Ψ. Ἀπὸ τοῦ Ὠσηέ. Ι′.
Not analysed yet
Διότι ἐγώ εἰμι ὡς πάνθηρ τῷ Ἐφραὶμ, καὶ ὡς λέων τῷ οἴκῳ Ἰούδα. Os. 5, 14. Ἐπεὶ καὶ ἐν ἑτέρῳ τόπῳ τοῦ αὐτοῦ προφήτου ὁ Κύριος περὶ ἑαυτοῦ φησιν τὸ, καὶ ἔσομαι ὡς πάνθηρ,Os. 13, 7. ἀναγκαῖον ἰδεῖν τὰ ἱστορούμενα [ἃ] περὶ τοῦ ζῴου· καὶ δὴ ἀπὸ τοῦ πρώτου τῶν Διδύμου Φυσικῶν ταῦτα παραθετέον· Πάνθηρ τὸ ζῷον οὐ μόνον ἐστι κατὰ τὸ σῶμα εὔμορφον, καθάπερ ἀστερωπὸς, ἀλλ’ ἐπεὶ πέφυκεν εὔπνους ὑπερβάλλει καὶ τῶν παρ’ Ἰνδοῖς ἀρωμάτων ἐν εὐωδίᾳ· οὗτος ἕως οὗ οὐ πεπείνηκεν ἐν τῇ καταδύσει μένει, θέλων οἰκουρός τις εἶναι· ἐπ’ ὧν δὲ τροφῆς ἐπιθυμήσῃ μεταλαβεῖν, προελθὼν βαδίζει μόνον· τὰ δ’ ἄλλα θηρία ἁλισκόμενα ὑπὸ τῆς εὐωδίας αὐτοῦ τῆς περὶ τὸ σῶμα ἀκολουθεῖ κηλούμενα· ὁ δὲ πλάγιος τοῖς ὀφθαλμοῖς τὸ ἐπιτήδειον αὐτῷ θηρίον αἱρεθῆναι περιβλέπει καὶ ἐπιπηδήσας ἔχει. Τὰ μὲν δὴ περὶ τῆς φύσεως τοῦ ζῴου τοιαῦτα· ὅπως δ’ ἐπὶ τὴν τοῦ θείου λόγου δύναμιν καὶ τὴν ἐξ αὐτῆς ἀποπνέουσαν εὐωδίαν ταῦτα μεταφέροιτο, μακρὸν ἂν εἴη νῦν διηγεῖσθαι. Παραθετέον τὸ ῥητὸν πρὸς τοὺς ἐκ περιτομῆς κατά τινα δὴ διαβολὴν καὶ λοιδορίαν φάσκοντας ἐκ πάνθηρος γεγενῆσθαι τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· ὃ καὶ τάχα κατά τινι παράδοσιν μυστικώτερόν τι δηλοῦσαν παρειληφότες οὐκ ἐπιβάλλουσι τῇ διανοίᾳ, διὰ τὸ μὴ ἐφιστάναι τῇ προκειμένῃ τῆς προφητείας λέξει, ἐν ᾗ αὐτὸς ὁ Κύριος πάνθηρα ἑαυτὸν ὀνομάζει.