Ancient Greek · ~3 min
Chapter 3
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 3.Τοῦ Ἰώβ. Θ’.
Not analysed yet
Πάλιν ὁ Κύριος ἐν τῷ πρὸς τὸν Ἰὼβ χρηματισμῷ περὶ τοῦ δράκοντος διαλεγόμενός φησιν, Οὐ δέδοικας, ὅτι ἡτοίμασταί μοι; Job. 41, 2. φησὶν ὅτι ὁ δράκων οὐκ ἄλλος ὢν τοῦ διαβόλου. Ὅρα οὖν εἰ ἄξιον ὑπολαμβάνειν τὸν τῶν ὅλων Θεὸν τοῦτο φάσκειν· ἁρμόζοι δ’ ἂν μᾶλλον τῷ Κυρίῳ καὶ Σωτῆρι ἡμῶν, ᾧ μόνῳ ἡτοίμασται ὁ ὑπὸ μηδενὸς ἑτέρου νικηθεὶς, σχεδὸν δὲ τῶν πάντων ὑπερισχύσας διάβολος, ὅντινα μόνος αὐτὸς ὁ πάντων ἰσχυρότερος τοῦ Θεοῦ Λόγος ἐχειρώσατο κατὰ τὸ, ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι· ὃ καὶ χειρωσάμενος θαρσεῖν τοῖς ἑαυτοῦ μαθηταῖς παρακελεύεται λέγων, θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον. Io. 16, 33. Ταῦτα καὶ τὰ ἀπὸ τῶν μετὰ τοὺς ψαλμοὺς στιχηρῶν· λείπει τὰ ἀπὸ τῶν προφητικῶν γραφῶν ἀναλέξασθαι, καὶ πρῶτά γε τὰ ἀπὸ τῶν δώδεκα.