Ancient Greek · ~23 min
Chapter 4
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 4.Η´..1
Not analysed yet
Ἰδοὺ δὴ ὁ δεσπότης Κύριος σαβαὼθ συνταράξει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται, καὶ ταπεινωθήσονται, καὶ πεσοῦνται οἱ ὑψηλοὶ μαχαίρᾳ, ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται. Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἱεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ’ αὐτὸν πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας ἐμπλήσει αὐτόν· πνεῦμα φόβου Θεοῦ, οὐ κατὰ τὴν δόξαν κρινεῖ, οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει, ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν, καὶ ἐλέγξει τοὺς ταπεινοὺς τῆς γῆς, καὶ πατάξει γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ, καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ· καὶ ἔσται δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ, καὶ ἀληθείᾳ εἰλημμένος τὰς πλευρὰς αὐτοῦ. Καὶ συμβοσκηθήσεται λύκος μετὰ ἀρνὸς, καὶ πάρδαλις συναναπαύσεται ἐρίφῳ, καὶ μοσχάριον καὶ ταῦρος καὶ λέων ἅμα βοσκηθήσονται, καὶ ἅμα τὰ παιδία αὐτῶν ἔσονται, καὶ λέων ὡς βοῦς φάγεται ἄχυρα, καὶ παιδίον νήπιον ἐπὶ τρώγλην ἀσπίδων καὶ ἐπὶ κοίτην ἐγγόνων ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖ, καὶ οὐ μὴ κακοποιήσωσιν οὐδὲ μὴ δύνωνται ἀπολέσαι οὐδένα ἐπὶ τὸ ὄρος τὸ ἅγιον μου, ὅτι ἐνεπλήσθη ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν Κύριον ὡς ὕδωρ πολὺ κατακαλῦψαι θαλάσσας· καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή. Es. 10, 33. Οὐδ’ αὐτοὶ οἱ ἐκ περιτομῆς ἄλλον τινὰ τοῦ Χριστοῦ τὸν ἐνταῦθα προφητευόμενον ὑπειλήφασι, πλὴν ὅσον ἐπὶ ψιλῇ τῇ τῆς προφητείας ἐκδοχῇ σωματικώτερον ἔσεσθαι φανταζόμενοι τὰ κατὰ τὸν τόπον τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν οὐκ ὁμολογοῦσι πίστιν· ἡμεῖς δ’ ὅλα τὰ κατὰ τὴν προφητείαν ἄξια εἶναι Θεοῦ πειθόμενοι, περὶ τροπῶν ἀνθρωπείων τῶν διὰ τῆς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν ἀπὸ τοῦ βάθους τῆς κακίας εἰς ἡμερότητα μεταβεβληκότων ταῦτα λέγεσθαι πεπιστεύκαμεν· ἔτι καὶ νῦν ὁρῶντες πῶς καὶ τίνα τρόπον ἐν ταῖς κατὰ τὴν οἰκουμένην [ἐν ταῖς] ἐκκλησίαις μετὰ τὴν παρουσίαν τοῦ ἐκ τῆς ῥίζης Ἰεσσαὶ βεβλαστηκότος Ἰησοῦ Χριστοῦ οἱ πολλοὶ τῶν ἀνθρώπων μετεπλάσθησαν, καὶ τὴν φύσιν αὐτὴν ἀπὸ τοῦ θηριώδους μετέβαλον βίου, λύκοι τινὲς ὄντες τὸ πρότερον καὶ πορδάλεις τὸν τοιονδὶ τρόπον λέοντές τε καὶ ὅσα ἄλλα θηρία τε καὶ ἑρπετὰ κατ’ ἀναλογίαν τῆς ἐν ἑκάστῳ ποικίλης κακίας τε καὶ πονηρίας ἡ προφητεία καταλέγει· . οἱ καὶ μεταθέμενοι καὶ ὡσπερεὶ μεταπλασθέντες εἰς τοσοῦτον ἡμερότητος ἤλασαν, ὡς συμβόσκεσθαι αὐτοὺς τὴν αὐτὴν ἔσθοντας τῶν ἱερῶν τοῦ Θεοῦ λόγων τροφὴν τοῖς ἡμερωτάτοις τὰ ἤθη δικαίοις ἀνδράσι τοῦ Θεοῦ, οὓς διὰ τὴν τοιανδὶ τῆς ψυχῆς ἀκακίαν τιθάσοις καὶ ἡμερωτάτοις ζῴοις, τοῖς τε ἀναγεγραμμένοις ἐνταῦθα παιδίοις ὁ θεῖος ἀπείκασε λόγος. Εἰ δὲ πρὸς ταῦτα τίς δυσπειθῶς ἔχοι, λεγέτω εἰ οἷόν τε ἄλλως κατὰ τὴν πρόχειρον διάνοιαν σώζειν τὴν λέξιν· διὰ τί γὰρ ἢ καὶ πῶς ὁ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται; μὴ τροπολογείτω δὲ μήτε τὴν ῥάβδον, μὴ δὲ τὸ ἐκ ταύτης ἄνθος, ἀλλὰ δεικνύτω πῶς σωματικὴ ῥάβδος ἐξελεύσεσθαι ἐκ τῆς ῥίζης Ἰεσσαὶ λέγεται, καὶ ποταπὸν ἄνθος ἀναβήσεσθαι ἐξ αὐτῆς· εἰ δὲ καὶ τὸν πάνυ σκληρὸν ταῦτα ἐπὶ διάνοιαν ἀνιέναι βιάζεται, ὅρα εἰ μὴ καλῶς ἡμῖν καὶ τὰ λοιπὰ ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν παρουσίᾳ κατὰ διάνοιαν παρίσταται πεπληρωμένα· ἃ καὶ ἀκολούθως τῇ προφητείᾳ γέγονε μετὰ τὸ συνταράξαι Κύριον Σαβαὼθ τοὺς πάλαι ἐνδόξους τοῦ προτέρου λαοῦ· οὓς καὶ ὑψωθέντας τῇ κατὰ τοῦ Σωτῆρος ἡμῶν ὕβρει συντριβήσεσθαι καὶ ταπεινωθήσεσθαι καὶ πεσεῖσθαι προφητεύει· σὺν αὐτοῖς δὲ καὶ τὸν Λίβανον πεσεῖσθαι ὁ λόγος φησίν· οὕτω δὲ ἔθος αὐτῷ τὴν Ἰερουσαλὴμ καὶ τὴν πάλαι πρότερον ἐν αὐτῇ σωματικῶς ἀποτελουμένην λατρείαν ὀνομάζειν· ὡς δῆλόν ἐστιν ἀπὸ τοῦ Ἱεζεκιὴλ, ἔνθα τοῦτον ἀναγέγραπται τὸν τρόπον· ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος, ὁ μακρὸς τῇ ἐκτάσει, πλήρης ὀνύχων, ὃς ἔχει τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἔλαβε τὰ ἐπίλεκτα τῆς κέδρου. Ezech. 17, 3. Ἐπιλύων γοὖν τὴν παραβολὴν αὐτὸς ὁ προφητικὸς λόγος σαφῶς τὸν Λίβανον τὴν Ἱερουσαλὴμ διδάσκει, λέγων· Υἱὲ ἀνθρώπου, εἶπον δὴ πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα, Οὐκ ἐπίστασθε τί ἦν ταῦτα; εἶπον, Ὅταν ἔλθῃ βασιλεὺς Βαβυλῶνος ἐπὶ Ἱερουσαλὴμ, καὶ λήψεται τὸν βασιλέα αὐτῆς καὶ τοὺς ἄρχοντας αὐτῆς. Ezech. 17, 12. Πρόδηλον οὖν ὅπως καὶ οὗτος ὁ Λίβανος μετὰ τῶν ὑψηλῶν τῇ ὕβρει περιπέπτωκεν ἐπὶ τῇ παρουσίᾳ τοῦ ἐκ ῥίζης Ἰεσσαὶ γενομένου Σωτῆρος ἡμῶν· ἐφ’ ὃν καὶ ἀνεπαύσατο ἡ τελειότης τῶν τοῦ ἁγίου Πνεύματος χαρισμάτων, ὃς καὶ εἰσαῦθις ἐλεύσεται κατὰ τὴν δευτέραν καὶ ἔνδοξον αὐτοῦ παρουσίαν, οὐ κατὰ τὴν δόξαν κρινοῦντος· πρόσωπον γὰρ ἀνθρώπου Θεὸς οὐ λαμβάνει· Gal. 2, 6. ἀλλ’ οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγχων· ἐτάζων γάρ ἐστι καρδίας καὶ νεφροὺς,Apoc. 2, 23. καὶ διϊενούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος. Heb. 4, 12. Καὶ ἐπὶ τῇ γενομένῃ μὲν οὖν αὐτοῦ ἤδη πρότερον παρουσίᾳ ἐνεπλήσθη ὡς ἀληθῶς ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον, μηδενὸς τὸ πρὶν ὅτι μὴ μόνων τῶν ἐκ περιτομῆς γινωσκόντων αὐτόν· τότε δὲ καὶ μᾶλλον εἰς πέρας ἀχθήσεται ἡ προφητεία, ὅτε τοῦ πληρώματος τῶν ἐθνῶν εἰσελθόντος σὺν τοῖς λοιποῖς ἔθνεσιν καὶ ὁ πᾶς Ἰσραὴλ σωθήσεται, ὁ Χριστὸς δὲ ἐκ νεκρῶν ἀναστὰς ἄρχειν ἐθνῶν ὑπὸ τοῦ Θεοῦ κατεστάθη, κατὰ τὸ, καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν. Ὅρα γ’ οὖν ὡς οὐδ’ ὅλως ἐνταῦθα Ἰσραὴλ ἢ Ἰακὼβ ἢ Ἰούδας ὀνομάζεται, σαφῶς δὲ τὰ ἔθνη ἐπὶ τὸν ἐκ ῥίζης ἀναστησόμενον Ἰεσσαὶ ἐλπιεῖν προφητεύεται, συνᾳδούσης τῆς ἐνταῦθα λέξεως τῇ παρὰ Μωσεῖ φασκούσῃ, οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται· καὶ αὐτὸς προσδοκία,Gen. 49, 10. οὐχὶ τοῦ Ἰσραὴλ, ἀλλὰ τῶν ἐθνῶν. Καὶ τίνος δὲ ἄλλου ἡ ἀνάπαυσις ἐν τῇ ἀνωτάτω παρὰ Θεῷ γεγένηται τιμῇ, ἢ τοῦ ἀκούσαντος λέγοντος αὐτῷ τοῦ Πατρὸς, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ps. 109, 1.