Ancient Greek
Chapter 4
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 4.Ψ. Θ′.
Not analysed yet
Καὶ διορθωθήσεται μετ’ ἐλέους θρόνος, καὶ καθιεῖται μετ’ (sic) αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ Δαυὶδ, κρίνων καὶ ἐκζητῶν κρίμα καὶ σπεύδων δικαιοσύνην. Es. 16, 5. Περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας καὶ ταῦτα προφητεύεται, ὁπηνίκα τοῦ Θεοῦ ὁ Λόγος, διορθωθείσης αὐτῷ μετ’ ἐλέους καὶ φιλανθρωπίας τῆς κατὰ πάντων βασιλείας, σὺν ἀληθείᾳ κρίνων καθεσθήσεται ἐν σκηνῇ Δαυίδ· οὕτω δὲ τὴν τῶν ἁγίων καὶ πρωτοτόκων τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς ἐκκλησίαν, καὶ πάντας ἡγοῦμαι τοὺς ὑπὸ τὴν μερίδα τοῦ λόγου τοῦ Θεοῦ γεγενημένους ἁγίους χρηματίζειν.