Ancient Greek · ~14 min
Chapter 4
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 4.ΛΟΓΟΣ Δ′..1
Not analysed yet
Τὰς ἀπὸ τῶν Ἡσαΐου Προφητικὰς Ἐκλογὰς μόνας ἡμῖν λειπούσας ἀπανθίσασθαι πειρώμενοι, πρὸς τοὺς ἀπίστως περὶ τὰς προφητείας διακειμένους ὀλίγα προδιαληψόμεθα εἰς παράστασιν τῆς τῶν προφητῶν ἀληθείας. Καὶ δὴ πρῶτον καλῶς καὶ τοῖς πρὸ ἡμῶν τετηρημένον παραθήσομαι λογισμόν. Εὖ γοὖν εἰρηκέναι μοι δοκοῦσιν, ὡς ἄρα τοῖς ὑπὸ τὸν Μωσέως νόμον αὐτὸς ὁ νόμος διαμαρτύρεται, ὅτι δὴ τὰ ἔθνη ὧν μεταξὺ πολιτεύσονται κληδόνων καὶ μαντειῶν ἀκούσονται· σοὶ δὲ,Deut. 18, 14. φησὶν, οὐχ οὕτως ἔδωκε Κύριος ὁ Θεός σου· καὶ ἔτι γε εἴργων αὐτοὺς ὁ θεῖος λόγος ἔκ τε οἰωνιστικῆς καὶ πάσης τῆς διὰ δαιμόνων περιέργου μαντείας ἐπιφέρει, λέγων, προφήτην ἐκ τῶν ἀδελφῶν σου ἀναστήσει σοι Κύριος ὁ Θεός σου. Ἄρ’ οὖν τούτων αὐτοῖς ἀναγεγραμμένων, μὴ ἔργῳ δὲ γενομένων, μὴ δὲ παρόντων αὐτοῖς προφητῶν ἀνδρῶν, δύνατον ἦν αὐτοὺς πιστεύειν τῷ νόμῳ, καὶ τῷ ταῦτα. ἐπαγγειλαμένῳ λόγῳ οὕτω προφανῶς καὶ ἐναργῶς ψευδομένῳ, ἢ δῆλον ὅτι ὑπ’ αὐτῆς τῆς περὶ τὴν πρόγνωσιν τῶν ἐσομένων λιχνείας ἀγόμενοι κατεφρόνησαν τῶν ἰδίων, ὡς οὐδὲν ἀληθὲς ἐχόντων οὐδὲ θεῖον, διὰ τὸ μὴ εἶναι παρ’ αὐτοῖς προφήτας, αὐτόμολοι δὲ ἐπὶ τὰ τῶν ἐθνῶν μαντεῖά τε καὶ χρηστήρια μετήεσαν; Ἀλλὰ γὰρ φαίνονται οὐ μόνον Μωσέα, ἀλλὰ καὶ πλείους μετ’ αὐτὸν ὡς Θεοῦ προφήτας προσιέμενοι, οὐκ ἄλλως δῆλον ὅτι ἢ τῷ πείραν τῆς ἐν αὐτοῖς θειότητος εἰληφέναι· οἵδε γὰρ αὐτοῖς οὐ μόνον περὶ τῶν μακροῖς ὕστερον χρόνοις μελλόντων ἔσεσθαι προυθέσπιζον, ἀλλὰ καὶ περί τινων προχείρων καὶ βιωτικῶν προύλεγον· οἷον περὶ ὄνων ἀπολωλυιῶν, καὶ περὶ νοσούντων ἐπισφαλῶς εἰ βιώσονται ἢ μὴ, καὶ περὶ μελλούσης ἔσεσθαι τῷ λαῷ εὐθηνίας, καὶ περὶ ἄλλων μυρίων, ἃ ταῖς κατ’ αὐτοὺς ἱστορίαις ἐμφέρεται· ἅπερ εἰ μὴ τοῦτον γεγόνει τὸν τρόπον, ἀποκρινέσθω τίς, τίνι δὴ ποτὲ οὖν λόγῳ προφήτας ἡγοῦντό τε καὶ ἀπεκάλουν, ἢ διὰ τί γραφῆς τοὺς λόγους αὐτὸν ἠξίουν; Τίς δ’ ἡ αἰτία, δι’ ἣν καὶ τοῖς μετέπειτα παισὶν ἑαυτῶν, ὡς ἂν δὴ θείας, αὐτῶν τὰς γραφὰς παρεδίδοσαν· μηδὲν γάρ τι θεῖον μὴ δὲ παράδοξον ἐν τοῖς ἀνδράσιν ἑορακότας εἰκῆ καὶ μάτην οἴεσθαι περὶ αὐτῶν τοιαῦτα διειληφέναι πάντων ἐστιν ἀπιθανώτατον. Εἰ δ’ ἀναδράμοι τίς ἐπὶ τοὺς τότε χρόνους τῇ διανοίᾳ, τί ἄρα ἐπινοήσειεν, ὁρῶν ἄνδρας ἀγροίκους καὶ τὸ σχῆμα λιτοὺς, αἰπολοὺς τινὰς καὶ ποιμένας, εἰς μέσον παντὸς τοῦ ἔθνους παριόντας, καὶ ὡς ἐκ προσώπου τοῦ Θεοῦ τινὰ λέγοντας, καὶ τάδε λέγει Κύριος ἀναβοωμένους, ἐπί τε βασιλέων καὶ παντὸς τοῦ λαοῦ μετὰ παραστήματος ἀκαταπλήκτου δημηγοροῦντας, καὶ σοφίαν ὑπὲρ ἄνθρωπον ἐνδεικνυμένους, τὴν καὶ εἰς ἔτι νῦν ἐν ταῖς προφητείαις αὐτῶν φερομένην, μυρία τε ἄλλα δι’ αἰνιγμάτων καὶ παραβολῶν ἀπόρρητα φιλοσοφοῦντας, ἠθικήν τε καὶ δογματικὴν τῇ Ἑβραίων φωνῇ διδασκαλίαν τῷ λαῷ παραδιδόντας, καὶ πρὸς ἐπὶ τούτοις τὸν βίον τοῖς λόγοις αὐτῶν κατάλληλον ἐνδεικνυμένους, καὶ τοῖς πᾶσιν ἀκολακεύτως ὁμιλοῦντας, εἰς πρόσωπόν τε τοὺς ἀσεβεῖς διελέγχοντας, ὡς καὶ ἐπιβουλεύεσθαι πρὸς αὐτῶν μέχρι θάνατον, ῥωμαλέῳ καὶ γεννικῷ παραστήματι τῷ ἀληθεῖ λόγῳ παρισταμένους. Ταῦτά τις εἰς νοῦν εὐγνωμόνως θέμενος, πῶς οὐκ ἂν ὁμολογήσειεν κατὰ θείαν ὡς ἀληθῶς ἐπίπνοιαν ταῦτα πάντα περὶ αὐτοὺς γεγονέναι; Διὸ καὶ τότε θαυμάζεσθαι αὐτοὺς εἰκὸς ἦν παρὰ τοῖς ἔμφροσιν, καὶ τοὺς λόγους αὐτῶν ἀναγράπτους παρὰ τοῖς ἱερογραμματεῦσι φυλάττεσθαι, εἰς ἔτι τε νῦν παρ’ ὅλῳ τῷ ἔθνει προφήτας γεγονέναι τοῦ Θεοῦ πιστεύεσθαι· ὃ καὶ ἐναργέστατα μάλιστα παρίστησιν ἡ ἡμετέρα περὶ τοῦ Χριστοῦ διάληψις, καθ’ ἣν ἀποδείκνυμεν πᾶσαν τὴν κατ’ αὐτὸν οἰκονομίαν γεγενημένην, τά τε περὶ τῆς διδασκαλίας αὐτοῦ, καὶ τῆς ἐξ ἀπάντων ἐθνῶν γενομένῃς δι’ αὐτοῦ κλήσεως ἀκριβῶς προεγνῶσθαί τε καὶ πρὸ μυρίων ὅσων ἐτῶν τοῖς θεσπεσίοις ἐκείνοις ἀνδράσι προειρῆσθαι· ὧν τὰς ἱερὰς βίβλους Ἰουδαῖοι μᾶλλον ἂν ἡμῶν εἶεν ἀξιοπιστότεροι μετὰ πάσης σεβασμίου τιμῆς περιέποντές τε καὶ προφέροντες. Τούτων ἡμῖν χρησίμως προδιαληφθέντων ἐπὶ τὴν ὑπόθεσιν ὁδευτέον.