Ancient Greek · ~29 min
Chapter 4
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 4.Ψ. Ἐκ τοῦ Ἡσαΐου. Α′..1
Not analysed yet
Ὁ λόγος ὁ γενόμενος πρὸς Ἡσαΐαν υἱὸν Ἀμὼς περὶ τῆς Ἰουδαίας, καὶ περὶ Ἱερουσαλήμ. Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ’ ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ’ αὐτῷ πάντα τὰ ἔθνη. Καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐρούσιν, Δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ· ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ· καὶ κρινεῖ ἀναμέσον τῶν ἐθνῶν, καὶ ἐλέγξει λαὸν πολύν· καὶ συγκόψουσιν τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα· καὶ οὐ λήψεται ἔθνος ἐπ’ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν. Es. 2, 1. Δεικνύτωσαν ἡμῖν οἱ τὴν περιτομὴν αὐχοῦντες, τίς ὁ νόμος καὶ ποταπὸς, καὶ τίσι δοθησόμενος ὁ ἐκ Σιὼν ἐξελεύσεσθαι προφητευόμενος· ἐκ γὰρ Σιὼν, φησὶν, ἐξελεύσεται νόμος, ἕτερος ὢν δῆλον ὅτι τοῦ ἐν τῇ ἐρήμῳ διὰ Μωσέως νόμου δεδομένου· τίς δὲ καὶ ὁ τοῦ Κυρίου λόγος, μηκέτι μὲν, κατὰ τὴν προφητείαν, μένων ἐν Ἱερουσαλὴμ, ἀλλ’ ἐκ Σιὼν αὐτῆς, καὶ μεθιστάμενος ἐπὶ πάντα τὰ ἔθνη, μέλλων τε κρίνειν ἀνὰ μέσον τούτων, καὶ λαὸν ἐλέγχει(ξει) πολὺν, ὅτε καὶ εἰρήνης βαθυτάτης ἐγγενομένης τοῖς πρὸς τοῦ λόγου τοῦ Κυρίου κριθησομένοις ἔθνεσι, μεταβαλλόντες οἱ τῆς εἰρήνης ἠξιωμένοι τὰ πρότερον αὐτῶν πολεμικὰ σκεύῃ τῇ ἑαυτῶν κατὰ τὴν ψυχὴν γεωργίᾳ προσέξουσι τὸν νοῦν. Ἐκείνοις μὲν οὖν οὐκ οἶδ’ εἴ τίς ἐστιν πρὸς ταῦτα λόγος· ἡμῖν γε μὴν ὑγιῶς εἰς Ἰησοῦν τὸν Χριστὸν τοῦ Θεοῦ πεπιστευκόσι ῥᾳδίως ἔνεστιν πᾶσαν ἐξομαλίσαι τὴν προφητείαν, θείαν τε ὡς ἀληθῶς καὶ παράδοξον αὐτὴν ἐπιδεικνύναι, τῷ καὶ τέλος ἐσχηκέναι τὰ προφητευθέντα πιστεύειν, καὶ μὴ τῆς ἀληθείας ἐκπίπτειν, εἰς ἀτερματίστους ὑπερτιθεμένους χρόνους τῶν προφητειῶν τὰ ἀποτελέσματα. Φαμὲν γὰρ δὴ ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίᾳ καὶ σωματικῶς ἐκ Σιὼν ἐξεληλυθέναι, κἀκεῖθεν πᾶσιν ἀνακεκηρύχθαι τοῖς ἔθνεσι, τὸν νόμον τῆς καινῆς διαθήκης, τὸν κατὰ τὸ εὐαγγέλιον, ὅτε καὶ αὐτὸς ὁ σωτήριος Λόγος, Λόγος τοῦ Κυρίου χρηματίζων, ἐκ τῆς Ἱερουσαλὴμ προελθὼν, ἔνθα διατρίβων ἐδίδασκεν, κατὰ τὸ, ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος· ἐπὶ πάντα τὰ ἔθνη ἐξέχεε τὴν ἑαυτοῦ χάριν· Act. 10, 45. ἃ καὶ κρινόμενα πρὸς αὐτοῦ καὶ ἐλεγχόμενα ἐπί τε ταῖς προτέραις ἑαυτῶν ἁμαρτίαις, εἰς συναίσθησιν καὶ μετάνοιαν ἐρχόμενα, πέπαυται μὲν τοῦ πολέμοις τοῖς κατὰ τὰ πάθη σχολάζειν, ἐν εἰρήνῃ δὲ ψυχῆς διάγει βαθυτάτῃ τῆς σφῶν αὐτῶν διανοίας ἐπιμελούμενα, γεωργίας τε καὶ καρποφορίας. Εἴτε δὲ κατὰ τὴν λέξιν βούλοιτό τις ταῦτ·’ ἐκλαμβάνειν, ὑγιὴς ὁ νοῦς ἀποδίδοται· εἴτε κατὰ διάνοιαν, πολλῷ ῥᾷον· ἐπεὶ καὶ προηγουμένως καὶ μᾶλλον κατὰ ταύτην πεπεῖσθαι χρὴ τὰ κατὰ τοὺς τόπους ἀπὸ τῶν (sic) ἀποπληροῦσθαι· πλὴν ἀπὸ τῶν εἰρημένων δύναταί πως εἶναι σαφῆ καὶ τὰ κατὰ τὴν ἀρχὴν τῆς ἐν χερσὶ περικοπῆς, ἐν γὰρ ταῖς ἐσχάταις ἡμέραις, δῆλον δ’ ὅτι νῦν ἐπὶ συντελείᾳ τῶν αἰώνων, ἐμφανὲς γεγένηται τὸ ὄρος τὸ πνευματικὸν τοῦ Θεοῦ, τοῦτ’ ἔστιν ὁ θεῖος καὶ οὐράνιος λόγος· καὶ ὁ οἶκος δὲ αὐτοῦ ἡ ἐκκλησία ἐπῳκοδομημένη ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, καὶ διὰ τοῦτο ἐπάνω εἶναι τῶν ὀρέων λεγομένη. Καὶ ταῦτά γε ἐμφανῆ γέγονε μετὰ τὴν ἀποβολὴν τοῦ ἐκ περιτομῆς λαοῦ, καὶ μετὰ τὸ ἀρθῆναι ἀπ’ αὐτοῦ τὴν βασιλείαν τῶν οὐρανῶν, ὅτε πέρας εἰλήφασιν αἱ ἀνωτέρω τῆς ἐκτεθείσης προφητείας φωναὶ, δι’ ὧν εἴρηται τὸ, Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν, ὡς σκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηλάτῳ, καὶ ὡς πόλις πολιορπουμένη· Es. 1, 8. καὶ ὅτε πεπλήρωται τὸ, Ἀκούσατε λόγων Κύριοι, ἄρχοντες Σοδόμων· προσέχετε νόμον Θεοῦ, λαὸς Γομόρρας. Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν, λέγει Κύριος; καὶ τὰ ἑξῆς· οἷς ἐπιφέρει, τὰς νεομηνίας ὑμῶν, καὶ τὰς ἑορτὰς ὑμῶν, μισεῖ ἡ ψυχή μου· ἐγενήθητέ μοι εἰς πλησμονὴν, οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν. Ὅτ’ ἂν τὰς χεῖρας ἐκτείνητε πρός με, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν, αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. Καὶ ὅρα πῶς ὁ λόγος ταῦτα πάντα ἀποτεινάμενος οὐκ εἰδωλολατρείαν ἐνταῦθα οὐδ’ ἑτέραν αὐτοῖς ἁμαρτίαν ἐγκαλεῖ, οὐδὲ μὴν αἱμάτων πολλῶν ἀλλ’ ἑνὸς ἐξαιρέτου τινὸς αἵματος, δῆλον δ’ ὅτι τοῦ Χριστοῦ, τὴν ἔκχυσιν, περὶ οὗ σαφῶς ὁ λόγος τὸν λαὸν ἀπελέγχει λέγων, αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις· δι’ ἣν αἰτίαν ἑξῆς ἐπιλέγεται τὸ, Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιὼν πλήρης κρίσεως, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί; μεθ’ ἃ πάντα τελευτῶν ὁ λόγος αὖθις τὴν ἀποβολὴν αὐτῶν προμηνύων φησίν· Ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων. Καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν καλάμη στιππύου, καὶ αἱ ἐργασίαι αὐτῶν ὡς σπινθῆρες, καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων. Τοσαῦτα καὶ τηλικαῦτα κατ’ αὐτῶν προαποφηναμένη ἡ προφητεία, ἑξῆς ἐπιφέρει τὴν ἀρτίως ἡμῖν ἐκτεθεῖσαν περικοπὴν, δι’ ἧς εἴρηται τὸ, Ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου. Es. 2, 2. Σαφῶς μετὰ τὴν ἐκείνων ὁλοσχερῆ καὶ τελείαν ἀποβολήν τε καὶ ἐρήμωσιν τὰς τῆς καινῆς διαθήκης ὑποφαίνουσα οἰκονομίας, καθ’ ἃς ἐμφανὲς τοῖς πᾶσιν ἔθνεσιν τὸ ὄρος γέγονε τοῦ Κυρίου. Ποῖον δὲ ὄρος ἢ ὁ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν, Θεὸς Λόγος; Αὐτὸς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, ὃν προαποδεδώκαμεν, περὶ οὗ καὶ ἐν Ψαλμοῖς εἴρηται, ὄρος τοῦ Θεοῦ, ὄρος πῖον· Ps. 67, 15. 16. καὶ τὸ, ὄρος ὃ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ. Πρὸς τούτῳ δὲ τῷ ὄρει καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐμφανὴς γέγονεν· οἶκος δ’ ἂν εἴη Θεοῦ ἡ ἐκκλησία, ἡ ἐπ’ ἄκρων τῶν ὀρέων ἀποστολικῶν τε καὶ προφητικῶν λόγων ἐπεστηριγμένη· τούτων δὲ ἐμφανῶν γενομένων ἐπ’ αὐτὸ τοῦτο τὸ ὄρος, δῆλον δ’ ὅτι τὸν θεῖον λόγον οὐ κεκτημένος ὁ Ἰσραὴλ, οὐδ’ ὁ πολλαχοῦ δηλούμενος οἶκος Ἰακὼβ, ἀλλ’ ἁπαξαπλῶς πάντα τὰ ἔθνη· καὶ δὴ σαφὲς πῶς καὶ τίνα τρόπον ἀποτελεσθέντων διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας τῶν προειρημένων, ἐμφανῶν τε γενομένων τοῦ τε ἀποδεδομένου. ὄρους καὶ τοῦ δεδηλωμένου οἴκου, ἡμεῖς οἱ ἐξ ἐθνῶν διὰ τῆς εἰς Χριστὸν τὸν υἱὸν τοῦ Θεοῦ πίστεως προσεληλυθότες τῷ τῶν ὅλων Θεῷ, πάλαι μὲν ἀγνοοῦντες τὰ τηλικαῦτα, νυνὶ δὲ διὰ τὴν θείαν χάριν ἐπιγνόντες αὐτὰ, προσεληλύθαμεν Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ· καὶ ἅτε παιδευθέντες ὑπὸ τοῦ ἐξεληλυθότος ἢ καὶ καταβεβηκότος ἐκ τῆς ἐπουρανίου Ἱερουσαλὴμ Λόγου Θεοῦ, ὡς ὅτι ἡ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶν μήτηρ ἡμῶν· Gal. 4, 26. ἐπὶ τοῦτον τὸν ἐπουράνιον οἶκον τοῦ Θεοῦ, καὶ ἐπὶ τὸ Σιὼν, καὶ αὐτὸ ἐπουράνιον ὄρος Κυρίου, διεγείροντες ἀλλήλους καὶ κατασπεύδοντες διὰ τῆς διδασκαλείας καὶ προτροπῆς φαμὲν, δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ· καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ. Es. 2, 3. Τούτων δ’ ἀποτελεσθέντων, καὶ Θεοῦ χάριτι πᾶσιν ἡμῖν ἐμφανῶν γενομένων, καὶ ἄλλη τίς προφητεία πέρας εἴληφεν, δι’ ἧς αὐτὸς ὁ σωτήριος λόγος σαφέστερον ἐπιμαρτυρεῖ τῇ μετὰ χεῖρας περικοπῇ τῆς τοῦ Ἡσαΐου προφητείας, λέγων, ἐμφανὴς ἐγενήθην τοῖς ἔμε μὴ ἐπερωτῶσιν· εὑρέθην τοῖς ἔμε μὴ ζητοῦσιν· εἶπα, ἰδοὺ ἐγὼ εἰμὶ ἔθνει, οἳ οὐκ ἐπεκάλεσαν τὸ ὄνομά μου. Es. 65, 1. Εἰ δὲ μὴ οὕτως ἐκλάβοι τίς τὰ κατὰ τοὺς τόπους, ποῖον ἂν ὄρος ἢ ποῖον Θεοῦ οἶκον ἄλλως ἔχοι ἂν ἐπιδεῖξαι, περὶ ὧν ἡ προφητεία, ὡς μὴ τότε ὄντων σωματικῶς ἐμφανῶν, τὰ προεκτεθέντα σημαίνει. Δύναται δὲ ταῦτα καὶ ἄλλως εἰς τὴν δευτέραν τοῦ Χριστοῦ παρουσίαν ἁρμόττεσθαι, ὡς τότε μᾶλλον ἢ νῦν πληρωθησομένων τελείως τῶν προπεφητευμένων. Ἱστέον δὲ ὡς τὰ αὐτὰ κατὰ λέξιν σχεδὸν ἐμφέρεται καὶ ἐν τῇ τοῦ Μιχαίου προφητείᾳ.