Ancient Greek · ~12 min
Chapter 4
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 4.Ψ. Δ′..1
Not analysed yet
Καὶ προσέθετο Κύριος λαλῆσαι τῷ Ἄχαζ, λέγων, Αἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου Θεοῦ σου εἰς βάθος, ἢ εἰς ὕψος. Καὶ εἶπεν Ἄχαζ, Οὐ μὴ αἰτήσω οὐδὲ μὴ πειράσω Κύριον. Καὶ εἶπεν, Ἀκούσατε δὴ οἶκος Δαυίδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις, καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα; Διὰ τοῦτο δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ, ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν· καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· βούτυρον καὶ μέλι φάγεται, πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ, ἐκλέξεται τὸ ἀγαθόν· δ’ ὅτι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν, ἀπειθεῖ πονηρίᾳ, ἐκλέξασθαι τὸ ἀγαθόν. Es. 7, 10. Οἱ μὴ παραδεχόμενοι τῶν ἐκ περιτομῆς τὴν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν λεγέτωσαν τίς ἡ παρθένος, ἡ κατὰ τὴν προφητείαν ἐν γαστρὶ ληψομένη καὶ τέξουσα τὸν ἐπονομαζόμενον Ἐμμανουὴλ υἱόν· ἀλλ’ εἰ φάσκοιεν μὴ γεγράφθαι παρθένον ἀλλὰ νεᾶνιν κατὰ τὸ Ἑβραϊκὸν, λεκτέον, ὡς οὐχ οἱ τυχόντες ἐτύγχανον οἱ πρῶτοι τὴν γραφὴν κατὰ θείαν ἑρμηνεύσαντες οἰκονομίαν, ο′ μὲν ὄντες τὸ πλῆθος, ἀναλελεγμένοι ἀριστινδὴν ἀπὸ παντὸς τοῦ λαοῦ, δοκιμήν τε οὐ σμικρὰν κατὰ τοὺς αὐτῶν χρόνους ἐπὶ σοφίᾳ δεδωκότες· τί δ’ ἂν παράδοξον ὁ λόγος ὑπισχνεῖτο σημεῖον ὑπ’ αὐτοῦ τοῦ Κυρίου ὥσπερ τι θαυμαστὸν τῷ οἴκῳ Δαυὶδ δοθήσεσθαι προμαρτυράμενος, εἰ περὶ ψιλῆς νεάνιδος ὁ λόγος ἦν· οὐδὲν δὲ ἡμᾶς κωλύει, εἰ καὶ νεάνιδα[ν] κατ’ αὐτοὺς περιέχει τὸ Ἑβραϊκὸν, ὡς περὶ παρθένου δηλοῦσθαι νομίζειν τὰ εἰρημένα· καὶ γὰρ οὖν ἐν τῷ Λευϊτικῷ εὕροις ἂν τὴν ὁμολογουμένως παρθένον μεμνηστευμένην ἀνδρὶ, ὑφ’ ἑτέρου δὲ βεβιασμένην, νεᾶνιν ὑπὸ τῆς γραφῆς ὀνομαζομένην· καὶ ταύτῃ γε ἀξιοπρεπὲς ἂν εἴη τῷ οἴκῳ Δαυὶδ διὰ τὴν ἀπιστίαν αὐτῶν παρὰ Κυρίου διδόσθαι σημεῖον, τὸ παραδόξως παρθένον ἀποτεκεῖν, δι’ ὃ δὴ καὶ ὁ τεχθησόμενος θαυμαστός τις ὢν ἀνηγόρευται· εἴ γε ἐκ παιδὸς, καὶ ὡς εἰπεῖν ἐξ αὐτῆς γενέσεως, ἀπειθήσειν μὲν πονηρίᾳ, ἐκλέξασθαι δὲ τὸ ἀγαθὸν προφητεύεται. Καὶ τὸ ὄνομα δὲ αὐτοῦ θαυμαστῶς προαναπεφώνηται Ἐμμανουήλ τυγχάνον· ὃ ἔστι μεθ’ ἡμῶν ὁ Θεός· ὃ καὶ φήσαιμεν ἂν ἡμεῖς οἱ ὁμολογοῦντες αὐτὸν, καὶ συναισθόμενοι τῆς· ἐνθέου καὶ ἀπορρήτου εἰς πάντας ἀνθρώπους διὰ τῆς αὐτοῦ δυνάμεως ἐπιδημίας· λέγοιτο δ’ ἂν πάλιν Ἐμμανουὴλ ὁ μεθ’ ἡμῶν Θεὸς, τῷ τὸν μὲν Πατέρα καὶ Θεὸν τῶν ὅλων ἐπέκεινα οὐ μόνον τῆς θνητῆς, ἀλλὰ καὶ πάσης τῆς λογικῆς φύσεως τυγχάνειν· τὸν δὲ Υἱὸν, τὸν μεθ’ ἡμῶν Θεὸν εἰκότως ὀνομάζεσθαι τῆς μέχρις ἡμῶν ἐπιδημίας αὐτοῦ ἕνεκεν. Ἐπεὶ δέ τινος τῶν ἐκ περιτομῆς εἰρηκότος ἀκούσας μἔμνημαι ταῦτα τῷ Ἄχαζ προφητεύεσθαι περὶ Ἐζεκίου τοῦ ἐξ αὐτοῦ γενομένου καὶ μετ’ αὐτὸν βασιλεύσαντος, ἐπιτηρητέον, ὅτι πρὸ τοῦ βασιλεῦσαι τὸν Ἄχαζ καὶ πρὸ τῆς εἰρημένης αὐτῷ ταύτης δὴ αὐτῆς τῆς προφητείας, Ἐζεκίας ἤδη πάλαι γεγενημένος ἀποδείκνυται· ἐπὶ δέκα γοὖν καὶ ἓξ ἔτεσιν τὸν Ἄχας βασιλεύσαντα διαδέχεται, ἄγων ἔτος τῆς ἡλικίας πέμπτον καὶ εἰκοστὸν, ὁπηνίκα τῆς βασιλείας ἤρχετο, ὡς προλαμβάνειν αὐτοῦ τὴν γένεσιν ἔτεσιν ἐννέα τὴν τοῦ πατρὸς ἐπὶ τὴν βασιλείαν πάροδον· ἀλλὰ γὰρ ἤδη βασιλεύοντι τὰ προκείμενα τῷ Ἄχας προφητεύεται περὶ τῆς δεδηλωμένης τοῦ Χριστοῦ παραδόξου καὶ θαυμασιωτάτης γενέσεως. Τὰ δὲ κατὰ τὴν λέξιν ἕκαστα ὁποῖον ἔχει νοῦν, τοῖς εἰς τοὺς τόπους τοῦ θαυμασίου ἀνδρὸς ἐξηγητικοῖς ἐντυχὼν ὁ φιλομαθὴς εἴσεται.