Ancient Greek
Chapter 4
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 4.Ψ. Ε´..1
Not analysed yet
Καὶ εἷπεν Κύριος πρὸς μὲ, Λάβε σεαυτῷ τόμον (χάρτου) καινοῦ μεγάλου, καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου, τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων· Πάρεστι γὰρ, καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν τὸν ἱερέα, καὶ Ζαχαρίαν υἱὸν Βαραχίου. Καὶ προσῆλθον πρὸς τὴν προφήτην(ῆτιν), καὶ ἐν γαστρὶ ἔλαβεν, καὶ ἔτεκεν υἱόν· καὶ εἶπεν Κύριός μοι, Κάλεσον τὸ ὄνομα αὐτοῦ, Ταχέως σκύλευσον, ὀξέως προνόμευσον· δι’ ὅτι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ, καὶ τὰ σκῦλα Σαμαρείας ἐναντίον βασιλέως Ἀσσυρίων. Es. 8, 1. Ἐπὶ τῇ τοῦ μέλλοντος ἀποτελεῖσθαι παραδόξου ἀναγραφῇ τόμον καινοῦ μεγάλου ἀγράφου προστάσσεται λαβεῖν ὁ προφήτης· δι’ οὗ δηλοῦσθαι νομίζω τὸ τῆς καινῆς διαθήκης εὐαγγέλιον· ἀλλὰ καὶ μάρτυρας τῷ Κυρίῳ ποιήσασθαι πιστοὺς ἀνθρώπους, ὧν ὁ μὲν ἱερεὺς λέγεται εἶναι, ὁ δ’ ἕτερος οἶμαι προφήτης ἦν, μέμνηται γοὖν αὐτοῦ καὶ ἡ τῶν Παραλειπομένων γραφὴ, οὓς καὶ αὐτοὺς ὑπολαμβάνω σύμβολον εἶναι τῶν μεμαρτυρηκότων τῇ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίᾳ προφητῶν, καὶ τῶν εἰς τὸν αὐτοῦ τύπον πάλαι καθεστώτων ἱερέων. Μετὰ ταῦτα λέγεται· καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱὸν, καὶ τὰ ἑξῆς. Σφόδρα δὲ ἀπρεπὲς καὶ τῆς προφητικῆς σεμνότητός τε καὶ καθαρότητος ἀλλότριον τὸ προχείρως οὕτως οἴεσθαι τὸν προφήτην ἐν αὐτῷ τῷ θεοφορεῖσθαι ἐπὶ μαρτύρων τῶν προδεδηλωμένων κοινωνίας χάριν αἰσχρᾶς προσεληλυθέναι γυναικὶ προφήτιδι καὶ αὐτῇ· ποία δὲ κἂν πιθανότης τολμάτω προσελθεῖν αὐτὸν συνειληφέναι καὶ τετοκέναι αὐτὴν υἱόν· ἀλλὰ γὰρ ἔχεσθαι καὶ ταύτην τὴν προφητείαν ἡγοῦμαι τοῦ νοῦ τῆς προεκτεθείσης, καθ’ ἢν εἴρητο, ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται· ἐκεῖσε μὲν γὰρ ἐν γαστρὶ λήψεσθαι καὶ τέξεσθαι υἱὸν προυλέγετο ἡ παρθένος· ἐνταῦθα δὲ καὶ ὁ τρόπος καθ’ ὃν πέρας εἴληφεν ἡ προφητεία δηλοῦται· ἐν γαστρὶ γὰρ, φησὶν, ἔλαβεν καὶ ἕτεκεν υἱόν. Τίς ἂν οὖν εἴη ὁ φάσκων τὸ, προσῆλθον πρὸς τὴν προφῆτιν, ἢ τὸ Πνεῦμα τὸ ἅγιον τὸ λαλοῦν ἐν τῷ προφήτῃ, περὶ οὗ λέλεκται τῇ Μαρίᾳ, Πνεῦμα ἄγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοιLuc. 1, 35. . Διὸ καὶ προφῆτις οὐκ ἀπεικότως καὶ αὐτὴ ἂν λεχθείη, ἀπὸ γ’ οὖν τοῦ ἁγίου Πνεύματος συλλαβοῦσα τέτοκεν τὸν ἐκεῖσε μὲν ἐπικεκλημένον Ἐμμανουὴλ, ἐνταῦθα δὲ ἄλλως προσαγορευόμενον· κάλεσον γὰρ, φησὶ, τὸ ὄνομα τοῦ ἀποτεχθέντος παιδίου, ταχέως σκύλευσον, ὀξέως προνόμευσον· καὶ γὰρ ὡς ἀληθῶς ἐσκύλευσεν οὗτος καὶ προενόμευσεν ἀπορρήτῳ καὶ θείᾳ δυνάμει τὰς ἀντικειμένας ἀοράτους καὶ πνευματικὰς δυνάμεις, ὥστε εἰπεῖν, ἐγὼ νενίκηκα τὸν χόσμον· Io. 16, 33. ἀφ’ ὧν σκῦλα καὶ προνομὴν εἰληφὼς τὰς πάλαι κατατυραννουμένας ὑπ’ αὐτῶν ψυχὰς κηρύξαι αἰχμαλώτοις ἄφεσινLuc. 4, 18. ,ὁμολογεῖ λαβὼν παρὰ τοῦ Πατρὸς ἔθνη τὴν κληρονομίαν αὐτοῦ· Ps. 2, 8. ἃ λέγοιτ’ ἂν εὐκόλως σκῦλα· καὶ τὴν κατάσχεσιν αὐτοῦ τὰ πέρατα τῆς γῆς, ἃ καὶ αὐτὰ εἰκότως ἂν καλοῖτο προνομήν. Πρὸς τούτοις πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται φησὶν δύναμιν Δαμασκοῦ, καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων· ἅπερ καὶ αὐτὰ κατὰ μόνην διάνοιαν, ἤτοι περὶ δυνάμεων τινῶν πονηρῶν οἶμαι λέγεσθαι, ἃς ἅμα τῇ γενέσει καθεῖλεν ἡ θεία τοῦ Σωτῆρος ἡμῶν δύναμις, ἢ καὶ περὶ ψυχῶν τῶν εἰς αὐτὸν πεπιστευκότων διαφορᾶς· ὧν τὰς μὲν ἐξ εἰδωλολατρείας μεταβαλούσας ἐπὶ τὸν εὐαγγελικὸν βίον εἰκὸς εἶναι τὴν λεγομένην δύναμιν Δαμασκοῦ, τὰς δ’ ἐκ περιτομῆς τὸν Χριστὸν τοῦ Θεοῦ παραδεξαμένας, τὰ προσαγορευόμενα σκῦλα Σαμαρείας· ταύτας δὲ τὰς ψυχὰς σκῦλα καὶ προνομὴν παρὰ τῶν νοητῶν εἰληφὸς(ὼς) πολεμίων, ἐξ ἐναντίας τοῦ νοητοῦ βασιλέως Ἀσσυρίων, τοῦτ’ ἔστι τοῦ διαβόλου, καθώπλισέ τε καὶ πολεμεῖν αὐτῷ παρεσκεύασεν. Καὶ ταῦτα δὲ πάρεστιν ἐπ’ ἀκριβὲς τῷ βουλομένῳ ἐκ τῶν εἰς τοὺς τόπους ὑπομνηματισθέντων τῷ ἱερῷ ἀνδρὶ διαγνῶναι· εἰ δ’ εἰ (sic) ἀπαιτοῖεν ταῦτα σωματικώτερον οἱ ἐκ περιτομῆς, ἀντεξεταστέον αὐτοὺς εἰ δύνανται σωματικῶς αὐτοὶ παραστῆσαι τίνα τρόπον ὁ Ἡσαΐας ἐπὶ τῶν προειρημένων μαρτύρων τῇ προφήτιδι μίξεως σωματικῆς ἕνεκεν προσελήλυθεν· τίς δὲ καὶ ἡ τοιαύτη προφῆτις, καὶ πῶς παραχρῆμα ἐν γαστρὶ ἔλαβεν, καὶ παραυτίκα τέτοκεν, καὶ ποῖον τοῦτο τὸ τεχθὲν παιδίον ὁ προστάσσει τῷ Ἡσαΐᾳ ὁ Κύριος ὀνόματι καλέσαι τῷ, ταχέως σκύλευσον, ὀξέως προνόμευσον· τίνα δὲ καὶ λόγον ἔχει τὸ τηλίκονδε ὄνομα, ἢ πῶς δυνατόν ἐστι κατὰ τὴν πρόχειρον διάνοιαν παιδίον ὁποῖον δὴ οὖν ἐπινοεῖν σωματικῶς ἀπολήψεσθαι τὴν ὀνομαζομένην δύναμιν Δαμασκοῦ, καὶ τὰ λεγόμενα σκῦλα Σαμαρείας ἐναντίων(ον) βασιλέως Ἀσσυρίων, καὶ ταῦτα πράττειν πρὶν ἢ γνῶναι αὐτὸ καλεῖν πατέρα ἢ μητέρα· καὶ πρὸς τούτοις εἰ ἀντιλέγοιεν τοῖς ἡμῖν προαποδεδομένοις, δεικνύτωσαν αὐτοὶ πῶς ὁ προσδοκώμενος ὑπ’ αὐτῶν Χριστὸς παραγενόμενος λήψεται σωματικῶς τὴν κατὰ τὴν προφητείαν δύναμιν Δαμασκοῦ, καὶ ποῖα σκῦλα Σαμαρείας, ἢ ποίων Ἀσσυρίων ἐναντίον, μηδενὸς ἔτι τούτων ἐνεργοῦντος κατὰ τοὺς ἐνεστῶτας χρόνους.