Ancient Greek · ~8 min
Chapter 4
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 4.Ψ. ΚΓ′.
Not analysed yet
Ἄκουέ μου Ἰαπὠβ, καὶ Ἰσραὴλ, ὃν ἐγὼ καλῶ· ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα. Καὶ ἡ χείρ μου ἐθεμελίωσεν τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστρέωσεν τὸν οὐρανόν· καλέσω ἐγὼ αὐτοὺς ἅμα, καὶ στήσονται καὶ συναχθήσονται, καὶ ἀχούσονται. Τίς αὐτοῖς ἀνήγγειλεν ταῦτα; ※Κύριος ἀγαπῶν σε ἐποίησα τὸ θέλημά σου ἐπὶ Βαβυλῶνα, τοῦ ᾆραι σπέρμα Χαλδαίων. Ἐγὼ ἐλάλησα, καὶ ἐγὼ ἑπάλεσα· ἤγαγα αὐτὸν, καὶ εὐόδωσα τὴν ὁδὸν αὐτοῦ· προσαγάγετε πρὸς μὲ, καὶ ἀκούσατε ταῦτα, οὐκ ἀπ’ ἀρχῆς ἐν κρυφῇ λελάληκα, ἡνίκα ἐγένετο ἐκεῖ ἤμην· καὶ νῦν Κύριος Κύριος ἀπέστειλέ με, καὶ τὸ πνεῦμα αὐτοῦ. Es. 48, 12. Ἑνὸς ὄντος τοῦ ταῦτα ἐν τῇ περικοπῇ λέγοντος προσώπου, τίς δ’ ἂν ἄλλος εἴη Κύριος ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτὸν, καὶ στερεώσας τὴν γῆν, ὁ λέγων ἐγώ εἰμι πρῶτος, καὶ ἐχώ εἰμι εἰς τὸν αἰῶνα, καὶ ἐπιφέρων ἐν τοῖς ἑξῆς, κατὰ πάντας τοὺς ἑρμηνεύσαντας τὴν θείαν γραφὴν, τὸ, καὶ νῦν Κύριος ὁ Θεὸς ἀπέσταλκέν με, καὶ τὸ πνεῦμα αὐτοῦ, ἢ ὁ ἱερὸς τοῦ Θεοῦ Λόγος, ὁ μετὰ τὴν ἀγένητον ἀρχὴν τῶν γενητῶν ἀπάντων πρῶτος Θεὸς ὀνομαζόμενος, περὶ οὗ καὶ ἀλλαχόσε γέγραπται, ἀπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς· αὐτὸς γάρ ἐστιν ὁ δι’ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα· ὃν καὶ ἀπέστειλε Κύριος ὁ Θεὸς ὁ Πατὴρ, σὺν αὐτῷ δὲ καὶ τὸ ἅγιον Πνεῦμα οἰκονομήσοντα τὰ ὑπὲρ τῆς ἀνθρώπων σωτηρίας; Εἴη δ’ ἂν ἁρμόζον ὡς πρὸς Ἰουδαίους τὸ ῥητὸν, διδάσκον ἕτερον εἶναι Κύριον τὸν δημιουργήσαντα τὰ πάντα παρὰ τὸν τῶν ὅλων Θεὸν, ὑφ’ οὗ ἀπεστάλθαι ὁμολογεῖ, λέγων, καὶ νῦν Κύριος ἀπέσταλκέ με· αὐτὸς δ’ ἂν εἴη ᾧ προστάττων ἐν τῇ κοσμοποιΐᾳ φησὶν ὁ Πατὴρ τὸ, γενηθήτω φῶς, καὶ γειηθήτω τάδε καὶ τάδε· καὶ τὸ, ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν· ταύτην(ῃ) γὰρ καὶ ἐν Ψαλμοῖς ἀναγέγραπται τὸ, ὅτι αὐτὸς εἶπεν καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν. Πρόδηλον γὰρ ὡς ὁ ἐντελλόμενός τι καὶ λέγων ἑτέρῳ παρ’ ἑαυτὸν ἐντελλεταί τε καὶ προστάττει. Ἑκάστην μέντοι γε λέξιν τῆς περικοπῆς ἐξετάζειν οὐ τῆς παρούσης ἐστιν πραγματείας.