Ancient Greek · ~43 min
Chapter 4
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 4.Ψ. ΚΖ′..1
Not analysed yet
Καὶ ἀποκαλύψει Κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν, καὶ ὄψονται πάντα τὰ ἔθνη, τὰ ἄκρα τῆς γῆς, τὴν σωτηρίαν τὴν παρὰ τοῦ Θεοῦ. Ἀπόστητε, ἀπόστητε, ἐξέλθετε ἐκεῖθεν καὶ ἀκαθάρτου μὴ ὥψησθε· ἐξέλθετε ἐκ μέσου αὐτῆς καὶ ἀφορίσθητε οἱ φέροντες τὰ σκεύη Κύριου· ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε, οὐδὲ φυγῇ πορεύσεσθε· πορεύσεται γὰρ πρότερος ὑμῶν Κύριος, καὶ ὁ συνάγων ὑμᾶς Θεὸς Ἰσραήλ· ἰδοὺ συνήσει ὁ παῖς μου καὶ ὑψωθήσεται, καὶ μετεωρισθήσεται σφόδρα· ὃν τρόπον ἐκστήσονται ἐπὶ σοὶ πολλοὶ, οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου, καὶ ἡ δόξα σου ἀπὸ τῶν ἀνθρώπων· οὕτω θαυμάσονται ἔθνη πολλὰ ἐπ’ αὐτῷ, καὶ συνέξουσι βασιλεῖς τὸ στόμα αὐτῶν· ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἱ οὐκ ἀκηκόασιν συνήσουσι. Es. 52, 10. Κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; Ἀνηγγείλαμεν ὡς παιδίον ἐναντίον αὐτοῦ, ὡς ῥίζα ἐν γῇ διψώσῃ· οὐκ ἔστιν εἶδος αὐτοῦ οὐδὲ δόξα· καὶ εἴδομεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδὸς οὐδὲ κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. Οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν κακώσει καὶ ἐν πληγῇ. Αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν, παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτὸν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Πάντες ὡς πρόβατα ἐπλανήθημεν· ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη, καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν· καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα· ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος, οὗτος οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρθη, τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ, ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον· καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ, ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· καὶ Κύριος βούλεται καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς· ἐὰν δῶτε περὶ ἁμαρτίας ἡ ψυχὴ ὑμῶν ὄψεται σπέρμα μακρόβιον· καὶ βούλεται Κύριος ἐν χειρὶ αὐτοῦ ἀφελεῖν ἀπὸ τοῦ πόνου τῆς ψυχῆς αὐτοῦ, δεῖξαι αὐτῷ φῶς, καὶ πλάσαι τῇ συνέσει· δικαιῶσαι δικαιον δουλεύοντα πολλοῖς, καὶ τὰς ἁμαρτίας αὐτῶν αὐτὸς ἀνοίσει· διὰ τοῦτο αὐτὸς κληρονομήσει πολλοὺς, καὶ τῶν ἰσχυρῶν μεριεῖ σκῦλα· ἀνθ’ ὧν παρεδόθη εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ, καὶ ἐν τοῖς ἀνόμοις ἐλογίσθη· καὶ αὐτὸς ἁμαρτίας πολλῶν ἀνήνεγκε, παὶ διὰ τὰς ἀνομίας αὐτῶν παρεδόθη. Es. 53, 1. Εὐφράνθητι στέῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον καὶ τέρπου ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Es. 54, 1. Καὶ πότ’ ἄλλοτε ὡς ἐπὶ τῇ παρουσία τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τὸν βραχίονα τὸν μέγαν, οὐκ ἄλλον ὄντα τοῦ Λόγου αὐτοῦ, ὁ Πατὴρ καὶ Θεὸς τῶν ὅλων ἐνώπιον τῶν ἐθνῶν ἀπεκάλυψεν, ἃ καὶ ἰδόντα τὴν δεδωρημένην αὐτοῖς ὑπὸ τοῦ Θεοῦ σωτηρίαν ἀφίστασθαι τῆς προτέρας προστάττεται πλάνης, καὶ μηκέτι τῶν ἀκαθάρτων, οἷς πρότερον ἐκαλινδεῖτο, αἰσχροῖς καὶ μιαροῖς ἐνειλούμενα πράγμασιν ἐφάπτεσθαι; Καὶ ἐπεὶ οὐ τὸ τυχόν ἐστι τὸ ἀποδιορίζειν ἑαυτοὺς τῆς προτέρας πατροπαραδότου πολιτείας, καὶ τῆς κοινῆς τῶν ἀνθρώπων συναναστροφῆς, τούτου χάριν αὐτὸς ὁ Κύριος συμπορεύσεσθαι καὶ συνάξειν ἐπαγγέλλεται τοὺς φέροντας τὰ σκεύη αὐτοῦ, δῆλον δ’ ὅτι τὰ ἱερὰ δόγματα, καὶ τοὺς θείους λόγους. Πάλιν δ’ ἐπὶ τούτοις ὃν τρόπον ἐν ταῖς ἀνωτέρω προφητείαις διαφόρας(ως) παῖς ὁ Χριστὸς ὠνομάζετο τοῦ Θεοῦ, ὡσαύτως εἴρηται καὶ ἐνθάδε· συνήσειν δὲ καὶ ὑψωθήσεσθαι καὶ σφόδρα δοξασθήσεσθαι προφητεύεται τοῦ ἀνθρωπίνου αὐτοῦ ἐπινοουμένου, περὶ οὗ ταῦτα λέγεται· ἀληθῶς δὲ ἐξέστησαν καὶ ἐξηπορήθησαν ἐπ’ αὐτῷ πολλοὶ, ἄνθρωπον ἑαυτοῖς ὅμοιος (ὁμοίως) αὐτὸν ὑπειληφότες· καὶ ἐξέστησάν γε μηδεμίαν ὑπεροχὴν ἢ δόξαν κοσμικὴν περιβεβλημένον αὐτὸν ἑορακότες, ὅτε τὴν τοῦ Θεοῦ μορφὴν ἀποθέμενος, ἑαυτόν τε κενώσας καὶ δούλου ἀνειληφὼς μορφὴν, ἐξε[σ]τάσεως ἄξια καὶ καταπλήξεως ἀπετέλει παράδοξα, ὡς τοὺς θεωροῦντας αὐτὰ καταπληττομένους λέγειν, οὐχ οὗτός ἔἐστιν ὁ υἱὸς Ἰωσήφ· οὐχὶ ἡ μητὴρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰσὶ παρ’ ἡμῖν; Io. 6, 42 Matth. 13, 55. Καὶ εἰς δεῦρο δὲ πλεῖστοι ἐπ’ αὐτὸν ἐξίστανται καὶ ἐξαποροῦνται, τὴν διδασκαλίαν αὐτοῦ διαδραμοῦσαν καὶ ἔτι νῦν διατρέχουσαν ἐφ’ ὅλην ὁρῶντες τὴν οἰκουμένην, τῶν τε εἰς αὐτὸν πεπιστευκότων τὴν ἀκλινῆ καὶ ἀμετάθετον διάθεσιν κατανοοῦντες. Ταῦτα δὲ θαυμάζοντες οὐ συνίασι τὴν θείαν δύναμιν καθ’ ἣν ἐνήργησέ τε καὶ εἰς ἔτι νῦν ἐνεργεῖν τὰ τηλικαῦτα δεδύνηται, συνέσχον δὲ ἀληθῶς καὶ συνέστειλαν ἐπ’ αὐτὸν βασιλεῖς τὸ στόμα αὐτῶν, εἴτε οἱ συναχθέντες κατὰ τὸ πάθος αὐτοῦ, (περὶ ὧν ἐλέχθη τὸ, παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό,Ps. 2, 2. )εἴτε καὶ οἱ κατὰ καιροὺς ἄρχοντες τῶν ἐθνῶν, καὶ συνέσχον γε στόμα ἑαυτῶν τῷ πολλάκις μὲν αὐτοὺς ἐπιχειρῆσαι κωλῦσαι τὸν λόγον αὐτοῦ καὶ τὴν διδασκαλίαν, οὐδὲν δὲ ἧττον ὑπερισχύειν αὐτὸν καὶ διαλάμπειν δοξαζόμενον καὶ εἰς ὕψος αἰρόμενον, ὡς φανερὸν ἑαυτὸν καθιστάναι οὐ μόνοις τοῖς τὰς περὶ αὐτοῦ προφητείας ἐκ πατέρων παρειληφόσιν, ἀλλὰ, τὸ παραδοξότατον, οἷς οὐδεπώποτε ἀνηγγέλη τί περὶ αὐτοῦ, τοῦτ’ ἔστιν ἡμῖν τοῖς ἔθνεσιν· οἳ καὶ μὴ δ’ ὅλως παρὰ τῶν προγόνων ἀκηκοότες τί, μὴ δὲ προμεμαθηκότες περὶ τῆς αὐτοῦ παρουσίας, συνήκαμεν αὐτὸν ἐλθόντα, καὶ τὰς περὶ αὐτοῦ προφητείας κατεδεξάμεθα. Ταῦτα δὲ προϊδὼν ὁ προφήτης ἐν πνεύματι ἀναφωνεῖ ἀποθαυμαστικῶς λέγων τὸ, Κύριε, τίς ἐπίστευσεν τῇ ἀχοῇ ἡμῶν; Ὅπερ οὐκ ἐστι ταὐτὸν τῷ οὐδεὶς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν· σαφῶς γάρ τοι πολλὰ πλήθη τῶν ἐξ ἐθνῶν, καὶ αὐτῶν δέ τινες τῶν ἐκ περιτομῆς, πεπιστεύκασι τῇ περὶ τοῦ Χριστοῦ ἀκοῇ· καὶ ὁ βραχίων δέ φησι Κυρίου, τοῦτ’ ἔστιν ὁ προὼν τοῦ Θεοῦ Λόγος, τίνι ἀπεκαλύφθη; Αὐτὸς ὁ λόγος ἐν ἀρχῇ τῆς προφητείας διδάσκει λέγων, καὶ ἀποκαλύψει Κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν. Ἑξῆς αὐτοῖς λέγεται, ἀνηγγείλαμεν ἐνώπιον αὐτοῦ ὡς παιδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ· οὐκ ἔστιν εἶδος αὐτῷ οὐδὲ δόξα, καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος, καὶ τὰ ἑξῆς, ἃ καὶ αὐτὰ πεπλήρωται, ὅτε κενώσας ἑαυτὸν τῆς τοῦ Θεοῦ μορφῆς, οὐδὲ τὴν ὡς ἐν ἀνθρώποις εὐειδῆ καὶ εὐσχήμονα κατελέξατο προσωποποιίαν, οὐδὲ μὴν δόξῃ τῇ παρ’ ἀνθρώποις ἢ κοσμικῆς τινὸς ὑπεροχῆς περιβολῇ τὸν ἀνθρώπινον διεξῆλθε βίον, μορφὴν δὲ δούλου καὶ διακόνου λαβὼν ἐταπείνωσεν ἑαυτὸν καὶ γέγονεν ὡς ἀληθῶς ἄνθρωπος, ἐν πληγῇ ὢν καὶ εἰδὼς φέρειν μαλακίαν, ἀπέστραπτο δὲ καὶ ἀποκέκρυπτο τῆς θεότητος αὐτοῦ τὸ ἔνδοξον καὶ θεϊκὸν πρόσωπον· δι’ ὃ καὶ ἠτιμάσθη παρὰ τοῖς τὸ ἀνθρώπινον αὐτοῦ μόνον κατανενοηκόσι, παρ’ οἷς καὶ οὐκ ἐλογίσθη οὐχ ὅπως εἰς υἱὸν Θεοῦ, ἀλλ’ οὐδ’ εἰς τὸν τυχόντα δίκαιον. Φασὶ δ’ οἱ τῷ πνεύματι τούτων αὐτῶν συνησθημένοι, ὡσπερεὶ διηγούμενοι καὶ τὴν αἰτίαν τῆς τοιαύτης οἰκονομίας διδάσκοντος(τες) τὸ, οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει καὶ περὶ ἡμῶν ὀδυνᾶται· ἑώρων γὰρ, οἷα δὴ προφῆται, τίνα τρόπον γενήσεται ἀμνὸς τοῦ Θεοῦ, αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. Io. 1, 29. Ἐπιφέρεται τούτοις, ἡμεῖς δὲ ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ καὶ ἐν πληγῇ καὶ ἐν κακώσει· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἀνομίας ἡμῶν· δυνάμει γὰρ καὶ ἐτραυματίσθη ὅτε ἦραν λίθους βαλεῖν ἐπ’ αὐτόν· καὶ μεμαλάκισται δέ φησιν διὰ τὰς ἁμαρτίας ἡμῶν· μᾶλλον γὰρ Παύλου τοῖς ἀσθενέσι συνασθενήσας Χριστὸς, εἶπεν ἂν τὸ, τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ; 2 Cor. 11, 29 Ταῦτα δὲ πάντα ὁμολογεῖ ὁ προφήτης δι’ αὐτόν τε καὶ τὸν πάντα λαὸν πείσεσθαι τὸν περὶ οὗ ὁ λόγος, ἐτραυματίσθη γὰρ, φησὶ, διὰ τὰς ἀνομίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἁμαρτίας ἡμῶν· συνκαταλέγων τε ἑαυτὸν ἐπιφέρει λέγων, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Σαφῶς τε ἐνορῶν τὴν γενομένην ἐπ’ αὐτῷ παντὶ τῷ ἐκ περιτομῆς λαῷ πλάνην, καὶ ὅτι μὴ ἔστιν ἄνθρωπος ὃς οὐχ ἁμαρτήσεται, κἂν ὁ πάντων δικαιότατος εἶναι δοκῇ, ἐπιλέγει· πάντες ὡς πρόβατα ἐπλανήθημεν· ἄνθρωπος τὴν ὁδὸν αὐτοῦ ἐπλανήθη· καὶ Κύριος παρέδωκεν αὑτὸν ταῖς ἁμαρτίαις ἡμῶν· καὶ τὰ τούτοις ἀκόλουθα, ἃ καὶ ἀναμφιλόγως ἐπὶ μόνου τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ πέρας εἰληφότα δείκνυται· ὅθεν καὶ θαυμάζειν ἄξιον τῆς πωρώσεως τοὺς μὴ προσιεμένους αὐτὸν τοῦ προτέρου λαοῦ προφάσει δι’ ὧν ἐπεδείξαντο κατ’ αὐτοῦ, ἔφ’ οἷς ἐπιγελᾶν καὶ διασύρειν αὐτοῖς ἔθος, ὡς μὴ ἄξια πεπονθότα τῆς τοῦ Θεοῦ περὶ αὐτοῦ φροντίδος· σαφῶς πρὸς τοῖς εἰρημένοις ἀναβοῶντος τοῦ προφήτου περὶ αὐτοῦ, ὅτι τε ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· καὶ ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. Τίς δ’ οὐκ ἂν ἀποθαυμάσειε πᾶσι τοῖς προκατειλεγμένοις ἐπιφερόμενον, ἀκούων πρὸς τοῦ προφήτου λέγοντος τὸ, ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον· ἢ τί δ’ ἂν πρὸς ταῦτα εὑρεσιλογήσειεν οἱ τὸ ὄντως (sic) ἀκοῇ ἀκούσαντες τῆς τοῦ Χριστοῦ φωνῆς καὶ μὴ συνέντες, αὐτοῖς τε ὀφθαλμοῖς ἐμβλέψαντες εἰς τὴν παρουσίαν αὐτοῦ καὶ μὴ ἰδόντες· τίνα γὰρ ἄλλον ἔχοιεν ἂν τῶν δικαίων παραστῆσαι ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν ἀχθέντα εἰς θάνατον, ἢ τίς τοιοῦτος γεγένηται, ὡς τὰς ἁμαρτίας παντὸς τοῦ λαοῦ καὶ αὐτῶν τῶν προφητῶν φέρειν, καὶ ὀδυνᾶσθαι περὶ αὐτῶν, ὥστε τῷ μώλωπι αὐτοῦ ἰᾶσθαι πάντας αὐτοὺς ὁμολογεῖν φάσκοντας, οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν; Τίς δ’ ἀνθρωπίνης λαχὼν φύσεως γένοιτ’ ἂν τοιοῦτος, ὥστε μήτε λόγῳ μήτε ἔργῳ ἡμαρτῆσθαί τι αὐτῷ ὡς ἀληθεύειν λέγουσαν περὶ αὐτοῦ τὴν θείαν γραφὴν, ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ δόλον ἐν τῷ στόματι αὐτοῦ; Ἐπὶ ποίᾳ δὲ αἰτίᾳ τὸν ἐπὶ τούτοις μαρτυρούμενον ὡς πρόβατον ἐπὶ σφαγὴν ἀχθήσεσθαι, καὶ ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ τὴν ἐπὶ θανάτῳ κατακριθήσεσθαι ὁ λόγος προαγορεύει; Λεγέτωσαν δὲ καὶ εἰ ὁ προσδοκώμενος αὐτοῖς ἥξειν Χριστὸς ταῦτα πάντως πείσεται, ἅπερ αἱ προφητεῖαι περὶ αὐτοῦ θεσπίζουσιν, ἢ οὐδέν τι τοιοῦτον περὶ ἐκεῖνον ἔσται. Ἀλλ’ εἰ διὰ τὰ συμβεβηκότα τῷ Σωτῆρι ἡμῶν προσκόπτουσιν τῇ εἰς αὐτὸν πίστει, οὐκ ἂν φείσαιεν (φήσαιεν) περὶ οὗ προσδοκῶσι τὰ τοιαῦτα. Ὥρα οὖν ἀτελεῖς κατ’ αὐτοὺς καὶ δηλαδὴ ψευδεῖς ἀποφαίνεσθαι τὰς θείας φωνάς· ἀλλ’ οὐ καθ’ ἡμᾶς γε τοὺς οἷς οὐκ ἀνηγγέλη μὲν ἐκ πατέρων, οὐδὲ παρεδόθη τὰ περὶ αὐτοῦ, θεωρήσαντας δ’ ὅμως αὐτὸν καὶ παραδεξαμένους κατὰ τὸ ἐν ἄλλοις εἰρημένον, λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου· καὶ δι’ ὅλης δὲ τῆς προφητείας πλατύτερον καὶ τηλαυγέστερον τὰ κατ’ αὐτὸν ἐμφέρεται, καὶ τὰ περὶ τοῦ κατειληφότος δὲ ὀλέθρου τοὺς ἐπιβεβουλευκότας αὐτῷ δηλοῦται διὰ τοῦ, καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ· ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ δόλον ἐν τῷ στόματι αὐτοῦ· ἐπὶ γὰρ τοιοῦτον ὄντα φησὶν ἀνεῖλον, τούτου χάριν τὰ τοιαδὶ πείσοντα. Τούτοις ἑξῆς αὖθις ἡ ἐξ ἐθνῶν ἐκκλησία εὐαγγελίζεται συγκρινομένη καὶ προκρινομένη τοῦ προτέρου λαοῦ διὰ τοῦ, εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βοῆσον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Πολλῆς δὲ δεομένων ἐρευνήσεως καὶ ἐξετάσεως τῶν κατὰ τὸν τόπον, ᾧ μέλει τῆς τοῦ Σωτῆρος ἐντολῆς λεγούσης, ἐρευνᾶτε τὰς γραφὰς, ἐν αἷς δοκεῖτε ζωὴν αἰώνιον ἔχειν, καὶ αὗται εισιν αἱ μαρτυροῦσαι περὶ ἐμοῦ,Io. 5, 39. ἐπιμελέστερον οὗτος ἐρευνήσας τὰ ἐν αὐτοῖς εἴσεται.