Ancient Greek · ~4 min
Chapter 4
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 4.Ψ. Κϛ′.
Not analysed yet
Τάδε λέγει Κύριος· Δι’ ὑμᾶς διαπαντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι· διὰ τοῦτο γνώσεται ὁ λαός μου τὸ ὄνομά μου· διὰ τοῦτο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι ἐγώ εἰμι αὐτὸς ὁ λαλῶν, πάρειμι ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες εὐαγγελιζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθὰ, ὅτι ἀκουστὴν ποιήσω τὴν σωτηρίαν σου, λέγων, Σιὼν βασιλεύσει σου ὁ Θεός. Es. 52, 5. Καὶ αὕτη ἐπὶ τὸν Σωτῆρα εὐλογώτατα ἁρμόζοι ἂν ἡ προφητεία, ἐπὶ τῆς ἐπιδημίας αὐτοῦ πληρωθέντος τοῦ, ὅτι ἐγώ εἰμι, αὐτὸς ὁ λαλῶν πάρειμι. Τῷ μὲν οὖν προτέρῳ λαῷ εἰς πρόσωπον εἴρηται τὰ ἀπὸ τοῦ, δι’ ὑμᾶς διὰ παντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν· τὰ δ’ ἀπὸ τοῦ, διὰ τοῦτο γνώσεται ὁ λαός μου τὸ ὄνομά μου τῇ ἡμέρᾳ ἐκείνῃ, νοοῖτο ἂν περὶ τῶν εἰς αὐτὸν πεπιστευκότων ἐθνῶν. Αὐτὸς οὖν ἐστιν ὁ καὶ πρότερον πῆ μὲν δί’ ἀγγέλων, πῆ δὲ καὶ διὰ προφητῶν ἀνθρώποις ὁμιλήσας· καὶ μέντοι ἐκείνους αὖθις παραγενόμενος, καὶ δι’ ἑαυτοῦ τὴν σωτηρίαν πᾶσι κηρύξας, ὁποῖον ἔχει νοῦν ὁ φιλομαθὴς ἐρευνήσας εἴσεται.