Ancient Greek · ~14 min
Chapter 4
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 4.Ψ. ΛΑ′..1
Not analysed yet
Πνεῦμα Κυρίου ἐπ’ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέν με· ※Κύριος εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδὶαν, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν Κυρίου δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως ※τῷ Θεῷ ἡμῶν· παρακαλέσαι πάντας τοὺς πενθοῦντας, δοθῆναι τοῖς πενθοῦσιν Σιὼν δόξαν ἀντὶ σποδοῦ, ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσιν, καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας· καὶ κληθήσονται γενεαὶ δικαιοσύνης, φύτευμα Κυρίου εἰς δόξαν. Es. 61, 1. Ὁ ἐκ τῆς ῥίζης Ἰεσσαὶ προελθὼν Ἰησοῦς ὁ Χριστὸς τοῦ Θεοῦ, ἐφ’ ὃν ἀναπέπαυται τὰ ἑπτὰ τοῦ Θεοῦ πνεύματα, δικαιοσύνην ἀγαπήσας καὶ μισήσας ἀνομίαν, ἐχρίσθη ὑπὸ τοῦ Θεοῦ καὶ Πατρὸς αὐτοῦ τῷ λεγομένῳ πνευματικῷ τῆς ἀγαλλιάσεως ἐλαίῳ· ὃς καὶ λαβὼν ποτὲ μετὰ χεῖρας τὸν Ἡσαίαν καθ’ ὃν καὶ ἐνηνθρωπήκει χρόνον, ἀναγνούς τε τὴν προκειμένην περικοπὴν, πτύξας τὸ βιβλίον,Luc. 4, 20. φησὶ, σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη, αὐτὸς γὰρ ἦν ὡς ἀληθῶς ὁ ἀπὸ τοῦ Πατρὸς ἀποσταλεὶς, εὐαγγελίσασθαι τὴν βασιλείαν τῶν οὐρανῶν τοῖς τῷ πνεύματι πτωχοῖς, πρὸς οὓς καὶ ἔφασκεν, Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανών· Matth. 5, 3. καὶ ἰᾶσθαι τοὺς τὴν καρδίαν συντετριμμένους, περὶ ὧν εἴρηται, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ps. 50, 17. Πρὸς τούτοις δὲ καὶ κηρῦξαι ἄφεσιν ἁμαρτιῶν ἐλήλυθεν τοῖς ὑπὸ τῶν (τοῦ) νοητῶν (τοῦ) Ναβουχοδονόσορ αἰχμαλώτοις ἄφεσιν (sic) πάλαι γεγενημενοις· διὸ καὶ θάρρῶν ἔλεγε τῷ παραλυτικῷ, τέκνον ἀφέωνταί σοι αἱ ἁμαρτίαι· Matth. 9, 2. ἀλλὰ καὶ τοῖς τῆς διανοίας ὀφθαλμοὺς βεβλαμμένοις, καὶ ὑπὸ τῶν νοητῶν ἀλλοφύλων καὶ Βαβυλωνίων ὁμοίως τῷ Σαμψὼν καὶ τῷ Σεδεκίᾳ ἐκτυφλωθεῖσιν, ἀνάβλεψιν ἐλήλυθε παρέξων· ἐν μέρει δὲ τῶν ὑπ’ αὐτοῦ θεραπευομένων ἦσαν καὶ οἱ σωματικοὶ τυφλοὶ, οὓς ἀναβλέψαι πεποίηκε πιστεύσαντας εἰς αὐτὸν, καὶ μετὰ βοῆς εἰρηκότας, ἐλέησον ἡμᾶς, υἱὲ Δαυίδ· Matth. 20, 31. οὗτος δέ ἐστιν ὁ καλέσας τὸν δεκτὸν ἐνιαυτὸν τοῦ Κυρίου, ὃν ἐκήρυξεν μετὰ τὴν εἰς τὸ δεσμωτήριον τοῦ Ἰωάννου κάθειρξιν, καὶ ὁ διδάξας τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ, καὶ τὰ περὶ τῆς ἡμετέρας κρίσεως, ἐν ᾗ ἑκάστῳ τῶν πεπραγμένων ἡ κατ᾽ ἀξίαν ἀποδοθήσεται δίκη. Πρὸς τούτοις δ᾽ ἐλήλυθεν παρακαλέσαι τοὺς πενθοῦντας τὸ κατὰ Θεὸν ἐπαινετὸν πένθος· οἷς καὶ μακαρισμὸν ἐπήγγελται εἰπὼν, Μακάροι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Matth. 5, 4. Ἦλθεν δὲ ἐπὶ τούτοις καὶ ὑπὲρ τοῦ δοθῆναι τοῖς πενθοῦσιν Σιὼν δόξαν. Τίνες δ᾽ ἂν εἶεν καὶ οὗτοι, ἢ οἱ τὴν ἑαυτῶν πατρίδα ζητοῦντες, καὶ τῆς ἐπουρανίου πόλεως εἰσαεὶ τὴν μνήμην ἀναζωπυροῦντες· οἷος ἦν ἐκεῖνος, ὃς πάροικον καὶ παρεπίδημον ἐπὶ τῆς γῆς ἑαυτὸν ἐπιστάμενος, καὶ τὸ οἴμοι ἀνοιμώζων, ὅτι ἡ παροικία μου ἐμακρύνθη· Ps. 119, 5. ἔτι τε οἱ ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος κλαίοντες ἐν τῷ μνησθῆναι αὐτοὺς τῆς Σιών· τούτοις γὰρ οὖν ὁ Χριστὸς τοῦ Θεοῦ πληρῶν ἣν τοῖς πενθοῦσι ὑπέσχετο παράκλησιν, δόξαν ἀποδώσει ἀπαλλαγεῖσι τοῦ πένθους, καὶ ἀντὶ τῆς σποδοῦ ἧς ἀκονίσαντο κατὰ τὸν ἐνταῦθα βίον πενθήσαντες, ἄλειμμα εὐφρονσύνης παρέξει, χρίων καὶ αὐτοὺς ἐλαιῳ ἀγαλλιάσεως, ἵνα γένωνται τῆς αὐτοῦ μέτοχοι χρίσεώς τε καὶ βασιλείας, ὥστε καὶ αὐτοὺς εἰπεῖν, μέτοχοι γὰρ τοῦ γεγόναμεν. Heb. 3, 14. Ἔτι πρὸς τούτοις δώσειν ὁ Χριστὸς τοῖς πενθοῦσι Σιὼν προφηεύεται #καταστολὴν δόξης, ἀντὶ τοῦ πνεύματος τῆς ἀκηδίας,# ἐπὶ (εὶ) τοῖς τοῦ βίου πράγμασιν ἠκηδίασαν, ὥσπερ δυσαρεστούμενοι ταῖς τῶν ἀνθρώπων πράξεσι· καὶ ταύτῃ μάλιστα πενθοῦντες, οὐ μόνον διὰ τὸ πόρρωθεν θεωρεῖν τὰς τοῦ Θεοῦ ἐπαγγελίας, ἀλλὰ καὶ διὰ τὸ συμπαθὲς καὶ φιλάνθρωπον συμπάσχοντες καὶ συναλγοῦντες τοῖς ἀσθενοῦσιν ἑαυτῶν μέλεσι, καὶ μονονουχὶ βοῶντες τῇ τοῦ ἀποστόλου διαθέσει, τῷ, τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; 2 Cor. 11, 29.