Ancient Greek · ~7 min
Chapter 4
Eusebius Scr. Eccl. et Theol., Generalis elementaria introductio (= Eclogae propheticae) 4.Ψ. Λ′.
Not analysed yet
Καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα Κυρίου, καὶ οἱ ἀπ’ ἀνατολῶν ἡλίου τὸ ὄνομα τὸ ἔνδοξον· ἥξει γὰρ ὡς ποταμὸς βίαιος ἡ ὀργὴ παρὰ Κυρίου, ἥξει μετὰ θυμοῦ. Καὶ ἥξει ἕνεκεν Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακὼβ, εἶπεν Κύριος. Καὶ αὕτη αὐτοῖς ἡ παρ’ ἐμοῦ διαθήκη, τὸ πνεῦμα τὸ ἐμὸν, ὅ ἐστιν ἐπὶ σοὶ, καὶ τὰ ῥήματα, ἃ ἔδωκα εἰς τὸ στόμα σου, οὐ μὴ ἐκλείπῃ ἐκ τοῦ στόματός σου, καὶ ἐκ τοῦ στόματος τοῦ σπέρματός σου, εἶπεν Κύριος, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα. Es. 59, 19. Πάλιν τὰ τῆς κλήσεως τῆς διὰ τοῦ Σωτῆρος ἡμῶν συστάσης ἐξ ἐθνῶν ἐκκλησίας καὶ διὰ τούτων ὁ λόγος προφητεύει· τίνες γὰρ ἄλλοι εἶεν οἱ λεγόμενοι ἀπὸ δυσμῶν, ἢ διὰ τίνος ἐφοβήθησαν τὸ ὄνομα Κυρίου τὰ παντοδαπὰ ἔθνη, τὰ διὰ τῆς Ἰησοῦ διδασκαλίας καταλείψαντα μὲν τὴν προτέραν τοῦ κατὰ τὴν ἄγνοιαν σκότους πλάνην, ἐπὶ δὲ τὸν τῶν ὅλων Θεὸν καταπεφευγότα· τίς δ’ ὁ ἥξειν προφητευόμενος ἐκ Σιὼν, ῥυσόμενος καὶ ἀποστρέψων τῆς προτέρας ἀσεβείας τὸν Ἰακὼβ, ἢ ὁ σῶσαι παραγενόμενος τὰ ἀπολωλότα καὶ ἐν ἀσεβείᾳ γεγονότα πρόβατα οἴκου Ἰσραὴλ, οἷς διαθήσεσθαι φησὶ τὸ ἐν Χριστῷ πνεῦμα τοῦ Θεοῦ τὰ ῥήματα τῆς αἰωνίου ζωῆς, ἃ δέδωκεν ὁ Πατὴρ εἰς τὸ τοῦ Υἱοῦ στόμα· ἃ καί φησιν μήτε ἐξ αὐτοῦ, μήτε μὴν ἐκ τοῦ στόματος τοῦ σπέρματος αὐτοῦ διαλείψειν ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον; Ταῦτα δ’ ἂν εἴη τὰ ῥήματα τοῦ εὐαγγελίου τῆς καινῆς διαθήκης, ἃ, καίτοι τοσούτων ἐπιβουλευσάντων τε πάλαι καὶ ἔτι νῦν ἐπιβουλευόντων αὐτοῖς, οὐ διέλειπεν οὐδὲ μὴν ἐπιλείψει ἐκ τοῦ στόματος τῆς ἐκ τοῦ λογικοῦ καὶ νοητοῦ σπέρματος τοῦ Χριστοῦ συστάσης ἐκκλησίας· εἶπεν γὰρ Κύριος καὶ ἀποπέφανται τοῦ μὴ ἐξαλείψειν αὐτὰ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· διὸ καὶ κατὰ τὸν Ἰωάννην αἰώνιον εὐαγγέλιονApoc. 14, 6. ἑορᾶται τὸ τοῦ Χριστοῦ εὐαγγελιον.