Ancient Greek · ~2 min
ΛΟΓΟΣ Β., Chapter 1
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 1.1-2
Not analysed yet
[Nic. H. E. II, 1—6] Πρῶτος τοιγαροῦν εἰς τὴν ἀποστολὴν ἀντὶ τοῦ προδότου Ἰούδα κληροῦται Ματθίας, εἷς καὶ αὐτὸς, ὡς δεδήλωται, τῶν τοῦ κυρίου γενόμενος μαθητῶν. καθίστανται δὲ δι᾿ εὐχῆς καὶ χειρῶν ἐπιθέσεως τῶν ἀποστόλων εἰς διακονίαν, ὑπηρεσίας ἕνεκα τοῦ κοινοῦ, ἄνδρες δεδοκιμασμένοι τὸν ἀριθμὸν ἑπτὰ οἱ ἀμφὶ τὸν Στέφανον, ὃς καὶ πρῶτος μετὰ τὸν κύριον, ἅμα τῇ χειροτονίᾳ, ὥσπερ εἰς αὐτὸ τοῦτο προαχθεὶς, λίθοις εἰς θάνατον πρὸς τῶν κυριοκτόνων βάλλεται, καὶ ταύτῃ πρῶτος τὸν αὐτῷ φερώ- νυμον τῶν ἀξιονίκων τοῦ Χριστοῦ μαρτύρων άποφέρεται στέφανον.