Ancient Greek · ~2 min
ΛΟΓΟΣ Β., Chapter 1
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 1.2-2
Not analysed yet
τότε δῆτα καὶ Ἰάκωβον, τὸν τοῦ κυρίου λεγόμενον ἀδελφὸν ὅτι δὴ καὶ οὗτος τοῦ Ἰωσὴφ ὠνόμαστο παῖς· τοῦ δὲ Χριστοῦ πατὴρ ,ὁ Ἰωσὴφ ,ᾧ μνηστευθεῖσα ἡ παρθένος ,πρὶν ἢ συνελθεῖν αὐτοὺς, ηὕρητο ἐν γαστρὶ ἔχουσα ἐκ πνεύματος ἁγίου ,ὡς ἡ ἱερὰ τῶν εὐαγγελίων διδάσκει γραφή), τοῦτον δὴ τὸν Ἰάκωβον, ὃν καὶ δίκαιον ἐπίκλην οἱ πάλαι δι’ ἀρετῆς ἐκάλουν προτερήματα, πρῶτον ἱστοροῦσι τῆς ἐν Ἰεροσολύμοις ἐκκλησίας τὸν τῆς ἐπισκοπῆς ἐγχειρισθῆναι θρόνον.