Ancient Greek · ~3 min
ΛΟΓΟΣ Θ., Chapter 1
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 1.1-8
Not analysed yet
[Nic. H. E. VII, 24] Τὰ μὲν δὴ τῆς παλινῳδίας τοῦ προτεθέντος βασιλικοῦ νεύματος ἥπλωτο τῆς Ἀσίας πάντη καὶ πανταχοῦ, κατά τε τὰς ἀμφὶ ταύτην ἐπαρχίας· ὧν τοῦτον ἐπιτελεσθέντων τὸν τρόπον Μαξιμῖνος ὁ ἐπ’ ἀνατολῆς τύραννος, δυσσεβέστατος εἰ καί τις ἄλλος, καὶ τῆς εἰς τὸν τῶν ὅλων θεὸν εὐσεβείας πολεμιώτατος γεγονὼς, οὐδαμῶς τοῖς γραφεῖσιν ἀρεσθεὶς, ἀντὶ τοῦ προτεθέντος γράμματος λόγῳ προστάττει τοῖς ὑπ’ αὐτὸν ἄρχουσι τὸν καθ’ ἡμῶν ἀνεῖναι πόλεμον. ἐπεὶ γὰρ αὐτῷ μὴ ἐξῆν ἄλλως τῇ τῶν κρειττόνων ἀντιλέγειν κρίσει, τὸν προεκτεθέντα νόμον ἐν παραβύστῳ θεὶς, καὶ ὅπως ἐν τοῖς ὑπ’ αὐτὸν μέρεσι μὴ εἰς προὖπτον ἀχθείη φροντίσας, ἀγράφῳ προστάγματι τοῖς ὑπ’ αὐτὸν ἄρχουσι τὸν καθ’ ἡμῶν διωγμὸν ἀνεῖναι προστάττει. οἱ δὲ τὰ τῆς παρακελεύσεως ἀλλήλοις διὰ γραφῆς ὑποσημαίνουσιν.