Ancient Greek · ~2 min
5 to 6
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 5-6
Not analysed yet
ὃς εὐθὺς ἀρχόμενος βασιλεὺς τελεώτατος καὶ σεβαστὸς πρός τῶν στρατοπέδων ἀναγορευθεὶς ζηλωτὴν ἑαυτὸν τῆς πατρικῆς περὶ τὸν ἡμέτερον λόγον εὐσεβείας κατεστήσατο. τοιαύτη τῶν προαναγεγραμμένων τεττάρων ἡ τοῦ βίου ἔκβασις, κατὰ παρηλλαγμένους χρόνους γεγενημένη. τούτων δὴ μόνος ἔτι λιπὼν ὁ μικρῷ πρόσθεν ἡμῖν εἰρημένος σὺν τοῖς μετὰ ταῦτα εἰς τὴν ἀρχὴν εἰσποιηθεῖσι τὴν προδεδηλωμένην ἐξομολόγησιν διὰ τοῦ προεκτεθέντος ἐγγράφου λόγου τοῖς πάσι φανερὰν κατεστήσατο.