Ancient Greek · ~2 min
ΛΟΓΟΣ Β., Chapter 1
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 1.12
Not analysed yet
ὃ καὶ θαυμάζειν ἄξιον εἰς δεῦρο γινόμενον πρὸς τῶν ἔτι καὶ νῦν τὴν ἀπ’ ἐκείνου μιαρωτάτην μετιόντων αἵρεσιν, οἱ τῇ τοῦ σφῶν προπάτορος μεθόδῳ τὴν ἐκκλησίαν λοιμώδους καὶ ψωραλέας νόσου δίκην ὑποδυόμενοι τὰ μέγιστα λυμαίνονται τοὺς οἶς ἐναπομάξασθαι οἷοί τε ἂν εἶεν τὸν ἐν αὐτοῖς ἀποκεκρυμμένον δυσαλθῆ καὶ χαλεπὸν ἰόν. ἤδη γέ τοι πλείους τούτων ἀπεώσθησαν ,ὁποῖοί τινες ἦσαν τὴν μοχθηρίαν ἁλόντες, ὥσπερ οὖν καὶ ὁ Σίμων αὐτὸς πρὸς τοῦ Πέτρου καταφωραθεὶς ὃς ἣν τὴν προσήκουσαν ἔτισε τιμωρίαν.