Ancient Greek · ~2 min
ΛΟΓΟΣ Β., Chapter 1
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 1.13
Not analysed yet
ἀλλὰ γὰρ εἰς αὔξην ὁσημέραι προἰ· όντος τοῦ σωτηρίου κηρύγματος οἰκονομία τις ἦγεν καὶ ἀπὸ τῆς Αἰθιόπων τῶν τῆς αὐτόθι βασιλίδος, κατά τι πάτριον ἔθος ὑπὸ γυναικὸς τοῦ ἔθνους εἰσέτι νῦν βασιλευομένου ,δυνάστην · ὃν πρῶτον ἐξ ἐθνῶν πρὸς τοῦ Φιλίππου δι’ ἐπιφανείας τὰ τοῦ θείου λόγου ὄργια μετασχόντα ,τῶν τε ἀνὰ τὴν οἰκουμένην πιστῶν ἀπαρχὴν γενόμενον ,πρῶτον κατέχει λόγος ἐπὶ τὴν πάτριον παλινοστήσαντα γῆν εὐαγγελίσασθαι τὴν το τῶν ὅλων θεοῦ γνῶσιν, καὶ τὴν ζωοποιὸν εἰς ἀνθρώπους τοῦ σωτῆρος ἡμῶν ἐπιδημίαν, ἔργῳ πληρωθείσης δι’ αὐτοῦ τῆς “Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ” περιεχούσης προφητείας.