Ancient Greek · ~3 min
1.21 to 1.23
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 1.21-23
Not analysed yet
ὅθεν δὴ καὶ φιλονεικία μεγάλη τοῦ “τε ἡγεμόνος καὶ τῶν βασανιστῶν ἐγένετο πρὸς αὐ- “τὸν, ὥστε ὁπότε μηκέτι μηδὲν εἶχον ὃ ποιήσουσιν “αὐτῷ, τὸ τελευταῖον χαλκᾶς λεπίδας διαπύρους “προσεκόλλων τοῖς τρυφερωτάτοις μέλεσι τοῦ σώμα- “τος αὐτοῦ. καὶ ταῦτα μὲν ἐκαίετο, αὐτὸς δὲ πα- “ρέμενεν ἀνεπίκαμπτος καὶ ἀνένδοτος, στερρὸς πρὸς “τὴν ὁμολογίαν, ὑπὸ τῆς οὐρανίου πηγῆς τοῦ ὕδα- “τος τῆς ζωῆς τοῦ ἐξιόντος ἐκ τῆς νηδύος τοῦ Χρι- “στοῦ δροσιζόμενος καὶ ἐνδυναμούμενος. τὸ δὲ “σωμάτιον μάρτυς ἦν τῶν συμβεβηκότων, ὅλον τραῦμα “καὶ μώλωψ καὶ συνεσπασμένον καὶ ἀποβεβληκὸς τὴν “ἀνθρώπειον ἔξωθεν μορφὴν, ἐν ᾧ πάσχων Χριστὸς “μεγάλας ἐπετέλει δόξας, καταργῶν τὸν ἀντικείμε- “νον, καὶ εἰς τὴν τῶν λοιπῶν ὑποτύπωσιν ὑποδει- “κνύων ὅτι μηδὲν φοβερὸν ὅπου πατρὸς ἀγάπη, μηδὲ “ἀλγεινὸν ὅπου Χριστοῦ δόξα.