Ancient Greek · ~2 min
ΛΟΓΟΣ Ε., Chapter 1
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 1.24
Not analysed yet
τῶν γὰρ ἀνόμων “μεθ᾿ ἡμέρας πάλιν στρεβλούντων τὸν μάρτυρα, καὶ “νομιζόντων ὅτι οἰδούντων καὶ φλεγμαινόντων τῶν “σωμάτων εἰ τὰ αὐτὰ προσενέγκοιεν κολαστήρια, πε- “ριέσοιντο αὐτοῦ, ὁπότε οὐδὲ τὴν ἀπὸ τῶν χειρῶν “ἁφὴν ἠνείχετο, ἢ ὅτι ἐναποθανὼν ταῖς βασάνοις “φόβον ἐμποιήσειε τοῖς λοιποῖς, οὐ μόνον οὐδὲν περὶ “αὐτὸν τοιοῦτο συνέβη, ἀλλὰ καὶ παρὰ πᾶσαν δόξαν “ἀνθρώπων ἀνέκυψε καὶ ἀνωρθώθη τὸ σωμάτιον ἐν “ταῖς μετέπειτα βασάνοις, καὶ τὴν ἰδέαν ἀπέλαβε “τὴν προτέραν καὶ τὴν χρῆσιν τῶν μελῶν, ὥστε μὴ “κόλασιν, ἀλλ᾿ ἴασιν διὰ τῆς χάριτος τοῦ Χριστοῦ “τὴν δευτέραν στρέβλωσιν αὐτῷ γενέσθαι.