Ancient Greek · ~2 min
1.25 to 1.26
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 1.25-26
Not analysed yet
καὶ “Βιβλιάδα δέ τινα, μίαν τῶν ἠρνημένων, ἤδη δοκῶν “ὁ διάβολος καταπεπωκέναι, θελήσας δὲ καὶ διὰ “βλασφημίας κατακρῖναι, ἦγεν ἐπὶ κόλασιν, ἀναγκά- “ζων εἰπεῖν τὰ ἄθεα περὶ ἡμῶν, ὡς εὔθραυστον ἤδη “καὶ ἄνανδρον. ἡ δὲ ἐν τῇ στρεβλώσει ἀνένηψε, “καὶ ὡσὰν εἰπεῖν ἐκ βαθέος ὕπνου ἀνεγρηγόρησεν, “ὑπομνησθεῖσα διὰ τῆς προσκαίρου τιμωρίας τὴν αἰ- “ώνιον ἐν γεέννῃ κόλασιν, καὶ ἐξ ἐναντίας ἀντεῖπε “τοῖς βλασφήμοις φήσασα ῾πῶς ἂν παιδία φάγοιεν οἱ “τοιοῦτοι, οἶς μηδὲ ἀλόγων ζῴων αἷμα φαγεῖν ἐξόν; ᾿“καὶ ἀπὸ τοῦδε Χριστιανὴν ἑαυτὴν ὡμολόγει, καὶ ἐν “τῷ κλήρῳ τῶν μαρτύρων προσετέθη.