Ancient Greek · ~2 min
ΛΟΓΟΣ Ε., Chapter 1
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 1.28
Not analysed yet
οἱ μὲν γὰρ βασανισθέντες πικρῶς, “ὥστε δοκεῖν μηδὲ τῆς θεραπείας πάσης τυχόντας “ἔτι ζήσαι δύνασθαι, παρέμενον ἐν τῇ εἱρκτῇ ἔρημοι “μὲν τῆς παρὰ ἀνθρώπων ἐπιμελείας, ἀναρρωννύ- “μενοι δὲ ὑπὸ κυρίου καὶ ἐνδυναμούμενοι καὶ σώ- “ματι καὶ ψυχῇ, καὶ τοὺς λοιποὺς παρορμῶντες καὶ “παραμυθούμενοι. οἱ δὲ νεαροὶ καὶ ἄρτι συνειλημ- “μένοι, ὧν μὴ προκατῄκιστο τὰ σώματα, τὸ βάρος “οὐκ ἔφερον τῆς συγκλείσεως, ἀλλ’ ἔνδον ἐναπέθνησκον.