Ancient Greek · ~2 min
ΛΟΓΟΣ Ε., Chapter 1
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 1.29
Not analysed yet
ὁ δὲ μακάριος Ποθεινὸς, ὁ τὴν διακο- ‘νίαν τῆς ἐπισκοπῆς ἐν Λουγδούνῳ πεπιστευμένος, “ὑπὲρ ὑπὲρ τὰ ἐνενήκοντα ἔτη τῆς ἡλικίας γεγονὼς, καὶ “πάνυ ἀσθενὴς τῷ σώματι, μόλις μὲν ἐμπνέων διὰ τὴν προκειμένην σωματικὴν ἀσθένειαν, ὑπὸ δὲ προθυμίας πνεύματος ἀναρρωννύμενος διὰ τὴν ἐγκειμένην τῆς μαρτυρίας ἐπιθυμίαν, καὶ αὐτὸς ἐπὶ τὸ “βῆμα ἐσύρετο, τοῦ μὲν σώματος καὶ ὑπὸ τοῦ γήρως καὶ ὑπὸ τῆς νόσου λελυμένου, τηρουμένης δὲ τῆς “ψυχῆς ἐν αὐτῷ, ἵνα δι’ αὐτῆς Χριστὸς θριαμβεύσῃ.