Ancient Greek · ~4 min
1.3 to 1.6
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 1.3-2-6
Not analysed yet
Κλήμης δὲ ἐν ἕκτῳ τῶν ἐγχειρισθῆναι γράφων ὧδε παρίστησι ‘Πέτρον “γάρ φησι καὶ Ἰάκωβον καὶ Ἰωάννην μετὰ τὴν ἀνά΄ληψιν τοὐ σωτῆρος, ὡσὰν καὶ ὑπὸ τοῦ κυρίου προτετιμημένους, μὴ ἐπιδικάζεσθαι δόξης, ἀλλ’ Ἰáκω- “βον τὸν δίκαιον ἐπίσκοπον Ἰεροσολύμων ἑλέσθαι.’’ ὁ δ’ αὐτὸς ἐν ἑβδόμῳ τῆς αὐτῆς ὑποθέσεως ἔτι καὶ ταῦτα περὶ αὐτοῦ φησιν “Ἰακώβῳ τῷ δικαίῳ καὶ Ἰωάννῃ καὶ Πέτρῳ μετὰ τὴν ἀνάστασιν παρέδωκε “τὴν γνῶσιν ὁ κύριος ,οὗτοι τοῖς λοιποῖς ἀποστόλοις παρέδωκαν, οἱ δὲ λοιποὶ ἀπόστολοι τοῖς ἑβδομήκοντα, ὧν εἷς ἦν καὶ Βαρνάβας. δύο δὲ γεγόνασιν Ἰάκωβοι, εἷς ὁ δίκαιος, ὁ κατὰ τοῦ πτερυγίου βληθεὶς καὶ ὑπὸ γναφέως ξύλω πληγεὶς εἰς θάνατον, ἕτερος δὲ ὁ καρατομηθείς.’’ αὐτοῦ δὴ τοῦ δικαίου καὶ ὁ Παῦλος μνημονεύει γράφων “ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον ,εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου.’ ἐν τούτοις καὶ τὰ τῆς τοῦ σωτῆρος ἡμῶν πρὸς τὸν τῶν Ὀσροηνῶν βασιλέα τέλος ἐλάμβανεν ὑποσχέσεως. ὁ γοῦν Θωμᾶς τὸν Θαδδαῖον κινήσει θειοτέρᾳ ἐπὶ τὴν Ἔδεσσαν κήρυκα καὶ εὐαγ- γελιστὴν τῆς περὶ τοῦ Χριστοῦ διδασκαλίας ἐκπέμπει, ὡς ἀπὸ τῆς εὑρεθείσης αὐτόθι γραφῆς μικρῷ πρόσθεν ἐδηλώσαμεν.