Ancient Greek · ~3 min
1.32 to 1.34
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 1.32-34
Not analysed yet
ἐνταῦθα δὴ μεγάλη τις οἰκονομία τοῦ θεοῦ ἐγίνετο, καὶ ἔλεος ἀμέτρητον “ἀνεφαίνετο Ἰησοῦ, σπανίως μὲν ἐν τῇ ἀδελφότητι γεγονὸς, μὴ ἀπολειπόμενον δὲ τῆς τέχνης τοῦ Χριστοῦ. οἱ γὰρ κατὰ τὴν πρώτην σύλληψιν ἔξαρνοι “γενόμενοι συνεκλείοντο καὶ αὐτοὶ καὶ μετεῖχον τῶν “δεινῶν· οὐδὲ γὰρ ἐν τῷ καιρῷ τούτ’ ᾦ ὄφελός τι αὐ- “τοῖς ἡ ἐξάρνησις ἐγίνετο· ἀλλ’ οἶ μὲν ὁμολογοῦντες “ὅ καὶ ἦσαν, συνεκλείοντο ὡς Χριστιανοὶ, μηδεμιᾶς “ἄλλης αὐτοῖς αἰτίας ἐπιφερομένης, οὗτοι δὲ λοιπὸν ὡς ἀνδροφόνοι καὶ μιαροὶ κατείχοντο, διπλότερον “παρὰ τοὺς λοιποὺς κολαζόμενοι. ἐκείνους μὲν “γὰρ ἐπεκούφιζεν ἡ χαρὰ τῆς μαρτυρίας, καὶ ἡ ἐλ- “πὶς τῶν ἐπηγγελμένων, καὶ ἡ πρὸς τὸν Χριστὸν “ἀγάπη, καὶ τὸ πνεῦμα τὸ πατρικὸν, τούτους δὲ τὸ “συνειδὸς μεγάλως ἐτιμωρεῖτο, ὥστε καὶ παρὰ τοῖς “λοιποῖς ἅπασι κατὰ τὰς παρόδους διαδήλους τὰς “ὄψεις αὐτῶν εἶναι.