Ancient Greek · ~3 min
ΛΟΓΟΣ Ε., Chapter 1
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 1.35
Not analysed yet
οἶ μὲν γὰρ ἱλαροὶ προῄεσαν, “δόξης καὶ χάριτος πολλῆς ταῖς ὄψεσιν αὐτῶν συγκε- “κραμένης, ὥστε καὶ τὰ δεσμὰ κόσμον εὐπρεπῆ πε- “ρικεῖσθαι αὐτοῖς, ὡς νύμφῃ κεκοσμημένῃ ἐν “σωτοῖς χρυσοῖς πεποικιλμένοις, τὴν εὐωδίαν ὀδω- “δότες ἅμα τὴν Χριστοῦ, ὥστε ἐνίους δόξαι καὶ μύρῳ “κοσμικῷ κεχρῖσθαι αὐτούς· οἶ δὲ κατηφεῖς καὶ τα- “πεινοὶ καὶ δυσειδεῖς καὶ πάσης ἀσχημοσύνης ἀνά- “πλεοι, προσέτι δὲ καὶ ὑπὸ τῶν ἐθνῶν ὀνειδιζόμε- “νοι ὡς ἀγεννεῖς καὶ ἄνανδροι, ἀνδροφόνων μὲν ἐγ- “κλήματα ἔχοντες, ἀπολωλεκότες δὲ τὴν πάντιμον “καὶ ἔνδοξον καὶ ζωοποιὸν προσηγορίαν. ταῦτα δὲ “οἱ λοιποὶ θεωροῦντες ἐστηρίχθησαν, καὶ οἱ συλλαμ- “βανόμενοι ἀδιστάκτως ὡμολόγουν, μηδὲ ἔννοιαν “ἔχοντες διαβολικοῦ λογισμοῦ.”