Ancient Greek · ~2 min
1.36 to 1.37
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 1.36-37
Not analysed yet
τούτοις μεταξύ τινα ἐπειπόντες αὖθις ἐπιφέρουσι· “μετὰ ταῦτα “λοιπὸν εἰς πᾶν εἶδος διῃρεῖτο τὰ μαρτύρια τῆς ἐξό- “δου αὐτῶν. ἐκ διαφόρων γὰρ χρωμάτων καὶ παν- “τοίων ἀνθῶν ἔνα πλέξαντες στέφανον προσήνεγκαν “τῷ πατρί. ἐχρῆν γοῦν τοὺς γενναίους ἀθλητὰς, “ποικίλον ὑπομείναντας ἀγῶνα καὶ μεγάλως νική- “σαντας, ἀπολαβεῖν τὸν μέγαν τῆς ἀφθαρσίας στέ- “φανον. ὁ μὲν οὖν Μάτουρος καὶ ὁ Σάγκτος καὶ “ἡ Βλανδῖνα καὶ Ἄτταλος ἤγοντο ἐπὶ τὰ θηρία εἰς τὸ “δημόσιον καὶ εἰς τὸ κοινὸν τῶν ἐθνῶν τῆς “πίας θέαμα, ἐπίτηδες τῆς τῶν θηριομαχιῶν ἡμέρας “διὰ τοὺς ἡμετέρους διδομένης.