Ancient Greek · ~2 min
ΛΟΓΟΣ Ε., Chapter 1
Eusebius Scr. Eccl. et Theol., Historia Ecclesiastica 1.42
Not analysed yet
καὶ μηδενὸς ἁψαμένου τότε τῶν θηρίων “αὐτῆς, καθαιρεθεῖσα ἀπὸ τοῦ ξύλου ἀνελήφθη πάλιν εἰς τὴν εἱρκτὴν, εἰς ἄλλον ἀγῶνα τηρουμένη, “ἔνα διὰ πλειόνων γυμνασμάτων νικήσασα τῷ μὲν ‘σκολιῷ ὄφει ἀπαραίτητον ποιήσῃ τὴν καταδίκην, “προτρέψηται δὲ τοὺς ἀδελφοὺς ἡ μικρὰ καὶ ἀσθενὴς “καὶ εὐκαταφρόνητος, μέγαν καὶ “ἀθλητὴν Χριστὸν ἐνδεδυμένη, διὰ πολλῶν κλήρων ἐκβιάσασα τὸν ἀντικείμενον, καὶ δι’ ἀγῶνος τὸν τῆς “ἀφθαρσίας στεψαμένη στέφανον.